40. Athanasius Alexandr. exc. Matrit. [f. 142v]: (Gorgias) κατὰ τὴν ἀπαγγελίαν αὐτὴν ἐν τῷ Ἐπιταφίῳ αὐτοῦ οὐκ ἰσχύων γῦπας εἰπεῖν ζῶντας εἴρηκε τάφους.
41. Auctor περὶ ὕψους 3, 2: ταύτῃ καὶ τὰ τοῦ Λεοντίνου Γοργίου γελᾶται γράφοντος ‘Ξέρξης ὁ τῶν Περσῶν Ζεῦςʼ καὶ ‘Γῦπες ἔμψυχοι τάφοιʼ.
Hermogenes de id. II 292, 18 Sp. παρὰ δὲ τοῖς ὑποξύλοις τούτοις σοφισταῖς πάμπολλα εὕροις ἄν. τάφους τε γὰρ ἐμψύχους τοὺς γῦπας λέγουσιν κτλ.
42. Diοnysii Hal. de Demosth. p. 127 sq. U. R. (Gοrgias): τί γὰρ ἀπῆν τοῖς ἀνδράσι τούτοις, ὧν δεῖ ἀνδράσι προσεῖναι; τί δὲ καὶ προσῆν, ὧν δεῖ ἀπεῖναι; εἰπεῖν δυναίμην, ἃ βούλομαι, βουλοίμην δέ, ἃ δεῖ, λαθὼν μὲν τὴν θείαν νέμεσιν, φυγὼν δὲ τὸν 5 ἀνθρώπινον φθόνον. οὗτοι γὰρ ἐκέκτηντο ἔνθεον μὲν τὴν ἀρετήν, ἀνθρώπινον δὲ τὸ θνητόν, πολλὰ μὲν δὴ τὸ παρὸν ἐπιεικὲς τοῦ αὐθάδους δικαίου προκρίνοντες, πολλὰ δὲ νόμου ἀκριβείας λόγων ὀρθότητα, τοῦτον νομίζοντες θειότατον καὶ κοινότατον νόμων τὸ δέον ἐν τῷ δέοντι καὶ λέγειν καὶ σιγᾶν καὶ ποιεῖν, καὶ δισσὰ 10 ἀσκήσαντες μάλιστα ὧν δεῖ, γνώμην <καὶ ῥώμην>, τὴν μὲν βουλεύοντες τὴν δʼ ἀποτελοῦντες, θεράποντες μὲν τῶν ἀδίκως δυστυχούντων, κολασταὶ δὲ τῶν ἀδίκως εὐτυχούντων, αὐθάδεις πρὸς τὸ συμφέρον, εὐόργητοι πρὸς τὸ πρέπον, τῷ φρονίμῳ τῆς γνώμης παύοντες τὸ ἄφρον, ὑβρισταὶ εἰς τοὺς ὑβρίζοντας, κόσμιοι εἰς τοὺς 15 κοσμίους, ἄφοβοι εἰς τοὺς ἀφόβους, δεινοὶ ἐν τοῖς δεινοῖς. μαρτύρια δὲ τούτων τρόπαια ἐστήσαντο τῶν πολεμίων, Διὸς μὲν ἀγάλματα, τούτων δέ ἀναθήματα, οὐκ ἄπειροι οὔτε ἐμφύτου Ἀρεως οὔτε νομίμων ἐρώτων οὔτε ἐνοπλίου ἔριδος οὔτε φιλοκάλου εἰρήνης, σεμνοὶ μὲν πρὸς τοὺς θεοὺς τῷ δικαίῳ, ὅσιοι δὲ πρὸς τοὺς τοκέας 20 τῇ θεραπείᾳ, δίκαιοι δὲ πρὸς τοὺς ἀστοὺς τῷ ἴσῳ, εὐσεβεῖς δὲ πρὸς τοὺς φίλους τῇ πίστει. τοιγαροῦν αὐτῶν ἀποθανόντων ὁ πόθος οὐ συναπέθανεν, ἀλλʼ ἀθάνατος οὐκ ἐν ἀθανάτοις σώμασι ζῇ οὐ ζώντων.
Ex libri de Demosthene initio hodie deperdito Syrianus excerpserat εἰς τὸ περὶ δεῶν Ερμογένους βʼ ὑπόμνημα I p. 90, 12 R., e Syriano Maximus Planudes in scholiis Hermogenis V p. 549 W. libro Syriani usus pleniore quam nos habemus. 3 καὶ οm. Sy. δεῖ ἀπεῖναι Sy. οὐ δεῖ προσεῖναι W 4 μὲν om. Sy. 6 πολλὰ μὲν – 8 ὀρθότητα om. Sy. 9 καὶ δισσὰ - 11 ἀποτελοῦντες om. Sy. 12 αὐθάδεις π. τ. συμφ. om. Sy. 20 δὲ post δίκαιοι om. Syriani S 22 ἐν οὐκ Sy. S.
1 sq. v. Plato Menex. 234 C, Anaximenes 3 p. 28, 1 H. Philostrati vit. soph. 493 p. 209, 7 (II p. 12, 18) Kayser ὁ δὲ ἐπιτάφιος (Γοργίου) ... ἐνδεικνύμενος αὐτοῖς, ὅτι τὰ μὲν κατὰ τῶν βαρβάρων τρόπαια ὕμνους ἀπαιτεῖ, τὰ δὲ κατὰ τῶν Ἑλλήνων θρήνους conferendum est cum Isocratis Paneg. 158: εὕροι δʼ ἄν τις ἐκ μὲν τοῦ πολέμου τοῦ πρὸς τοὺς βαρβάρους ὕμνους πεποιημένους, ἐκ δὲ τοῦ πρὸς τοὺς Eλληνας θρήνους ἡμῖν γεγενημένους.
43. Declamationibus γυμνασίας χάριν scriptis fortasse addendast laudatio Eleorum (Aristot. rhet. 1416 a 1), Achillis laudem indicare videtur Aristot. rhet. 1418 a 35 (v. supra 19) nec pauca Gorgiae dicta, a Sauppio in fragmentis incertae sedis congesta, ex talibus artibus deprompta esse putes, velut quod traditur scholio Townl. Il. Δ 450 καὶ Γοργίας· ἀνεμίσγοντο δὲ λιταῖς ἀπειλαὶ καὶ εὐχαῖς οἰμωγαί.
44. Gorglae Palamedes
(1) ἡ μὲν κατηγορία καὶ ἡ ἀπολογία κρίσις οὐ περὶ θανάτου {γίγνεσθαι}· θάνατον μὲν γὰρ ἡ φύσις φανερῷ τῇ ψήφῳ πάντων κατεψηφίσατο τῶν θνητῶν, ᾗπερ ἡμέρᾳ ἐγένετο· περὶ δὲ τῆς ἀτιμίας καὶ τῆς τιμῆς ὁ κίνδυνός ἐστι, πότερά με χρὴ δικαίως 5 ἀποθανεῖν ἢ μετʼ ὀνειδῶν μεγίστων καὶ τῆς αἰσχίστης αἰτίας βιαίως ἀποθανεῖν. (2) δισσῶν δὲ τούτων ὄντων τοῦ μὲν ὅλου ὑμεῖς κρατεῖτε, τοῦ δʼ ἐγώ. τῆς μὲν δίκης ἐγώ, τῆς δὲ βίας ὑμεῖς. ἀποκτεῖναι μὲν γάρ με δυνήσεσθε βουλόμενοι ῥᾳδίως· κρατεῖτε γὰρ καὶ τούτων, ὧν οὐδὲν ἐγὼ τυγχάνω κρατῶν. (3) εἰ μὲν οὖν ὁ κατήγορος 10 Ὀδυσσεὺς ἢ σαφῶς ἐπιστάμενος προδιδόντα με τὴν Ἑλλάδα τοῖς βαρβάροις ἢ δοξάζων γʼ ἁμῆ οὕτω ταῦτα ἔχειν ἐποιεῖτο τὴν κατηγορίαν διʼ εὔνοιαν τῆς Ἑλλάδος, ἄριστος ἂν ἦν {ὁ} ἀνήρ. πῶς γὰρ <οὐχ>, ὅς γε σῴζει πατρίδα, τοκέας, τὴν πᾶσαν Ἑλλάδα, ἔτι δὲ πρὸς τούτοις τὸν ἀδικοῦντα τιμωρούμενος; εἰ δὲ φθόνῳ ἢ κακοτεχνίᾳ 15 ἢ πανουργίᾳ συνέθηκε ταύτην τὴν αἰτίαν, ὥσπερ διʼ ἐκεῖνα κράτιστος ἂν ἦν ἀνήρ, οὕτω διὰ ταῦτα κάκιστος ἀνήρ. (4) περὶ τούτων λέγων δὲ πόθεν ἄρξωμαι; τί δὲ πρῶτον εἴπω; ποῖ δὲ τῆς ἀπολογίας τράπωμαι; αἰτία γὰρ ἀνεπίδεικτος ἔκπληξιν ἐμφανῆ ἐμποιεῖ, διὰ δὲ τὴν ἔκπληξιν ἀπορεῖν ἀνάγκη τῷ λόγῳ, ἂν μή τι παρʼ αὐτῆς 20 τῆς ἀληθείας καὶ τῆς παρούσης ἀνάγκης μάθω, διδασκάλων ἐπικινδυνοτέρων ἢ ποριμωτέρων τυχών. (5) ὅτι μὲν οὖν οὐ σαφῶς <εἰδὼς> ὁ κατήγορος κατηγορεῖ μου, σαφῶς οἶδα· σύνοιδα γὰρ ἐμαυτῷ σαφῶς οὐδὲν τοιοῦτον πεποιηκὼς οὐδʼ ἔοιχʼ ὅπως ἂν εἰδείη τις, ᾗ τὸ μὴ γενόμενον <εἴη> ἂν γενόμενον. εἰ δὲ οἰόμενος οὕτω 25 ταῦτα ἔχειν ἐποιεῖτο τὴν κατηγορίαν, οὐκ ἀληθῆ λέγειν διὰ δισσῶν
Deest X 2 φανερῶ τῶ A1 (φανερᾷ τῳ?) 7.8 ἀποκτεῖναι μὲν A2 ἀποκτεῖναι A1 11 δοξάζοντά με οὕτω A 16.17 περὶ τούτων. ἐγὼ δὲ πόθεν A 23 οὐδὲ οὐχ ὅπως A 24 ἦν τὸ μὴ A1 ἦ τὸ μὴ A2
ὑμῖν ἐπιδείξω τρόπων· οὔτε γὰρ βουληθεὶς ἐδυνάμην ἂν οὔτε δυνάμενος ἐβουλήθην ἔργοις ἐπιχειρεῖν τοιούτοις.
(6) ἐπὶ τοῦτον δέ τὸν λόγον εἶμι πρῶτον, ὡς ἀδύνατός εἰμι τοῦτο πράττειν. ἔδει γάρ τινα πρῶτον ἀρχὴν γενέσθαι τῆς 5 προδοσίας, ἡ δὲ ἀρχὴ λόγος ἂν εἴη· πρὸ γὰρ τῶν μελλόντων ἔργων ἀνάγκη λόγους γίγνεσθαι πρότερον. λόγοι δὲ πῶς ἂν γένοιντο μὴ συνουσίας τινὸς γενομένης; συνουσία δέ τίνα τρόπον γένοιτʼ ἄν μήτʼ ἐκείνου πρὸς ἐμὲ πέμψαντος μήτʼ ἐμοῦ πρὸς ἐκεῖνον {ἐλθόντος}; οὐδὲ γὰρ ἀγγελία διὰ γραμματείων ἀφῖκται ἄνευ τοῦ φέροντος.
10 (7) ἀλλὰ δὴ τοῦτο τῷ λόγῳ δυνατὸν γενέσθαι. καὶ δὴ τοίνυν σύνειμι καὶ σύνεστι κἀκεῖνος ἐμοὶ κἀκείνῳ ἐγώ - τίνα τρόπον; τίνι τίς ὢν; Ἕλλην βαρβάρῳ. πῶς ἀκούων καὶ λέγων; πότερα μόνος μόνῳ; ἀλλʼ ἀγνοήσομεν τοὺς ἀλλήλων λόγους. ἀλλὰ μεθʼ ἑρμηνέως; τρίτος ἄρα μάρτυς γίνεται τῶν κρύπτεσθαι δεομένων. (8) ἀλλὰ 15 δὴ καὶ τοῦτο γενέσθω, καίπερ οὐ γενόμενον. ἔδει δὲ μετὰ τούτους πίστιν δοῦναι καὶ δέξασθαι. τίς οὖν ἂν ἦν ἡ πίστις; πότερον ὅρκος; τίς οὖν ἐμοὶ τῷ προδότῃ πιστεύειν ἔμελλεν; ἀλλʼ ὅμηροι; τίνες; οἷον ἐγὼ τὸν ἀδελφὸν ἔδωκʼ ἄν (οὐ γὰρ εἶχον ἄλλον), ὁ δὲ βάρβαρος τῶν υἱέων τινά· πιστότατα γὰρ ἂν ἦν οὕτως ἐμοί τε 20 παρʼ ἐκείνου ἐκείνῳ τε παρʼ ἐμοῦ. ταῦτα δὲ γιγνόμενα πᾶσιν ὑμῖν ἂν ἦν φανερά. (9) φήσει τις ὡς χρήμασι τὴν πίστιν ἐποιούμεθα, ἐκεῖνος μὲν διδοὺς ἐγὼ δὲ λαμβάνων. πότερον οὖν ὀλίγοις; ἀλλʼ οὐκ εἰκὸς ἀντὶ μεγάλων ὑπουργημάτων ὀλίγα χρήματα λαμβάνειν. ἀλλὰ πολλοῖς; τίς οὖν ἦν ἡ κομιδή; πῶς δʼ ἂν ἐκόμισεν <εἷς> ἢ πολλοί; 25 πολλῶν γὰρ κομιζόντων πολλοὶ ἂν ἦσαν μάρτυρες τῆς ἐπιβουλῆς, ἑνὸς δὲ κομίζοντος οὐκ ἂν πολύ τι τὸ φερόμενον ἦν. (10) πότερα δʼ ἐκόμισαν ἡμέρας ἢ νυκτός; ἀλλὰ πολλαὶ καὶ πυκναὶ φυλακαί, διʼ ὧν οὐκ ἔστι λαθεῖν. ἀλλʼ ἡμέρας; ἀλλά γε τὸ φῶς πολεμεῖ τοῖς τοιούτοις. εἶἑν. ἐγὼ δʼ ἐξελθὼν ἐδεξάμην; ἢ ἐκεῖνος ὁ φέρων εἰσῆλθεν; 30 ἀμφότερα γὰρ ἄπορα. λαβὼν δὲ δὴ πῶς ἂν ἔκρυψα καὶ τοὺς ἔνδον καὶ τοὺς ἔξω; ποῦ δʼ ἂν ἔθηκα; πῶς δʼ ἂν ἐφύλαξα; χρώμενος δʼ ἂν φανερὸς ἐγενόμην, μὴ χρώμενος δὲ τί ἂν ὠφελούμην ἀπʼ αὐτῶν; (11) καὶ δὴ τοίνυν γενέσθω καὶ τὰ μὴ γενόμενα. συνήλθομεν, εἴπομεν, ἠκούσαμεν, χρήματα παρʼ αὐτῶν ἔλαβον, ἔλαθον λαβών, 35 ἔκρυψα. ἔδει δήπου πράττειν, ὧν ἕνεκα ταῦτα ἐγένετο. τοῦτο τοίνυν
8 μήτε παρʼ ἐμοῦ A2 9 οὐδὲ παραγγελία A γραμματίων A1 ι del. A2 10 γενέσθω Bexxer 13 ἀγνοήσωμεν A 18 ἔδωκʼ ἂν A1 ἔδωκα A2 20 παρʼ ἐκείνω A 34 ἐλάβομεν A
ἔτι τῶν εἰρημένων ἀπορώτερον. πράττων μὲν γὰρ αὐτὸς ἔπραττον ἢ μεθʼ ἐτέρων; ἀλλʼ οὐχ ἑνὸς ἡ πρᾶξις. ἀλλὰ μεθʼ ἐτέρων; τίνων; δηλονότι τῶν συνόντων. πότερον ἐλευθέρων ἢ δούλων; ἐλευθέροις μὲν γὰρ ὑμῖν σύνειμι. τίς οὖν ὑμῶν ξύνοιδε; λεγέτω. δούλοις δὲ 5 πῶς οὐκ ἄπιστον; ἑκόντες γὰρ ἐπʼ ἐλευθερίᾳ χειμαζόμενοί τε διʼ ἀνάγκην κατηγοροῦσιν. (12) ἡ δὲ πρᾶξις πῶς ἐγένετο; δηλονότι τοὺς πολεμίους εἰσαγαγεῖν ἔδει κρείττονας ὑμῶν· ὅπερ ἀδύνατον. πῶς ἂν οὖν εἰσήγαγον; πότερα διὰ πυλῶν; ἀλλʼ οὐκ <ἐπʼ> ἐμοὶ ταύτας οὔτε κλῄειν οὔτε ἀνοίγειν, ἀλλʼ ἡγεμόνες κύριοι τούτων. 10 ἀλλʼ ὑπὲρ τειχέων <διὰ> κλίμακος; οὔκουν <ἐφωράθην ἄν;> ἅπαντα γὰρ πλήρη φυλακῶν. ἀλλὰ διελὼν τοῦ τείχους; ἅπασιν ἄρα φανερὰ γένοιτο ἄν. ὑπαίθριος γὰρ ὁ βίος· στρατόπεδον γὰρ ἔστʼ ἐν ὅπλοις, ἐν οἷς <πάντες> πάντα<ς> ὁρῶσι καὶ πάντες ὑπὸ πάντων ὁρῶνται. πάντως ἄρα καὶ πάντῃ πάντα πράττειν ἀδύνατον ἦν μοι.
15 (13) σκέψασθε κοινῇ καὶ τόδε· τίνος ἕνεκα προσῆκε βουληθῆναι ταῦτα πράττειν, εἰ μάλιστα πάντων ἐδυνάμην; οὐδεὶς γὰρ βούλεται προῖκα τούς μεγίστους κινδύνους κινδυνεύειν οὐδὲ τὴν μεγίστην κακότητα εἶναι κάκιστος. ἀλλʼ ἕνεκα τοῦ; - καὶ αὖθις πρὸς τόδʼ ἐπάνειμι – πότερον <τοῦ> τυραννεῖν; ὑμῶν ἢ τῶν 20 βαρβάρων; ἀλλʼ ὑμῶν {ἀλλʼ} ἀδύνατον τοσούτων καὶ τοιούτων, οἷς ὑπάρχει ἅπαντα μέγιστα, προγόνων ἀρεταί, χρημάτων πλῆθος, ἀριστεῖαι, ἀλκὴ φρονημάτων, βασιλεία πόλεων. (14) ἀλλὰ τῶν <βαρβάρων;> ὁ δὲ παραδώσων τίς; ἐγὼ δὲ ποίᾳ δυνάμει παραλήψομαι Ἕλλην βαρβάρους, εἷς ὢν πολλούς; πείσας ἢ βιασάμενος; 25 οὔτε γὰρ ἐκεῖνοι πεισθῆναι βούλοιντʼ ἄν, οὔτʼ ἐγὼ βιάσασθαι δυναίμην. ἀλλʼ ἴσως ἑκόντες ἑκόντι παραδώσουσιν, μισθὸν τῆς προδοσίας ἀντιδιδόντες; ἀλλά γε ταῦτα πολλῆς μωρίας καὶ πιστεῦσαι καὶ δέξασθαι· τίς γὰρ ἂν ἕλοιτο δουλείαν ἀντὶ βασιλείας, ἀντὶ τοῦ κρατίστου τὸ κάκιστον; (15) εἴποι τις ἄν, ὅτι πλούτου καὶ 30 χρημάτων ἐρασθεὶς ἐπεχείρησα τούτοις. ἀλλὰ χρήματα μὲν μέτρια κέκτημαι, πολλῶν δὲ οὐθὲν δέομαι. πολλῶν γὰρ δέονται χρημάτων οἱ πολλὰ δαπανῶντες, ἀλλʼ οὐχ οἱ κρείττονες τῶν τῆς φύσεως ἠδονῶν, ἀλλʼ οἱ δουλεύοντες ταῖς ἡδοναῖς καὶ ζητοῦντες ἀπὸ πλούτου καὶ μεγαλοπρεπείας τὰς τιμὰς κτᾶσθαι. τούτων δὲ ἐμοὶ πρόσεστιν 35 οὐθέν. ὡς δʼ ἀληθῆ λέγω, μάρτυρα πιστὸν παρέξομαι τὸν παροιχόμενον
1 πράττομεν γὰρ οὗτος ἔπραττεν A 3 τῶν νῦν ὅντων A 9 ταῦτα A 12 ἐστιν ὅπλοις A 18 ἕνεκα τούτων A 29 εἴπη τις A 32 ἀλλʼ οὐχ οἱ del. A2
βίον· τῷ δὲ μάρτυρι μάρτυρες ὑμεῖς ἦτε· σύνεστε γάρ μοι, διὸ σύνιστε ταῦτα. (15) καὶ μὴν οὐδʼ ἂν τιμῆς ἕνεκα τοιούτοις ἔργοις ἀνὴρ ἐπιχειρήσειε καὶ μέσως φρόνιμος. ἀπʼ ἀρετῆς γὰρ ἀλλʼ οὐκ ἀπὸ κακότητος αἱ τιμαί. προδότῃ δὲ τῆς Ἑλλάδος ἀνδρὶ 5 πῶς ἄν γένοιτο τιμή; πρὸς δὲ τούτοις οὐδὲ τιμῆς ἐτύγχανον ἐνδεὴς ὤν· ἐτιμώμην γὰρ ἐπὶ τοῖς ἐντιμοτάτοις ὑπὸ τῶν ἐντιμοτάτων, ὑφʼ ὑμῶν ἐν σοφίᾳ. (17) καὶ μὴν οὐκ ἀσφαλές, ὧν οὕνεκά τις ἂν ταῦτα πράξαι. πᾶσι γὰρ ὅ γε προδότης πολέμιος, τῷ νόμῳ, τῇ δίκῃ, τοῖς θεοῖς, τῷ πλήθει τῶν ἀνθρώπων· τὸν μέν γε νόμον 10 παραβαίνει, τὴν δὲ δίκην καταλύει, τὸ δέ πλῆθος διαφθείρει, τὸ δὲ θεῖον ἀτιμάζει. τῷ δὲ τοιούτῳ βίῳ περι<ουσία> κινδύνων τῶν μεγίστων, οὐδʼ ἔχει ἀσφάλειαν. (18) ἀλλὰ δὴ φίλους ὠφελεῖν βουλόμενος ἢ πολεμίους βλάπτειν; καὶ γὰρ τούτων ἕνεκά τις ἂν ἀδικήσειεν. ἐμοὶ δὲ πὰν τοὐναντίον ἐγίνετο· τοὺς μὲν φίλους κακῶς 15 ἐποίουν, τοὺς δέ ἐχθροὺς ὠφέλουν. ἀγαθῶν μὲν οὖν ἔγκτησιν οὐδεμίαν εἶχεν ἡ πρᾶξις· κακῶς δὲ παθεῖν οὐδὲ εἷς ἐπιθυμῶν πανουργεῖ. (19) τὸ δὲ λοιπόν ἐστιν, εἴ τινα φόβον ἢ πόνον ἢ κίνδυνον φεύγων ἔπραξα. ταῦτα δʼ οὐθεὶς ἂν εἰπεῖν ἔχοι τί μοι προσήκειν. δισσῶν γὰρ τούτων ἕνεκα πάντες πάντα πράττουσιν, ἢ 20 κέρδος τι μετιόντες ἢ ζημίαν φεύγοντες· ὅσα δὲ τούτων ἔξω πανουργεῖται ... κακῶς ἐμαυτὸν ἐποίουν ταῦτα {γὰρ} πράττων, οὐκ ἄδηλον· προδιδοὺς γὰρ τὴν Ἑλλάδα προὐδίδουν ἐμαυτόν, τοκέας, φίλους, ἀξίωμα προγόνων, ἱερὰ πατρῷα, τάφους, πατρίδα τὴν μεγίστην τῆς Ἑλλάδος. ἃ δὲ πᾶσι περὶ παντός ἐστι, ταῦτα 25 ἂν τοῖς ἀδικηθεῖσιν ἐνεχείρισα. (20) σκέψασθε δὲ καὶ τόδε. πῶς οὐκ ἂν ἀβίωτος ἦν ὁ βίος μοι πράξαντι ταῦτα; ποῖ γὰρ τραπέσθαι με χρῆν; πότερον εἰς τὴν Ἑλλάδα; δίκην δώσοντα τοῖς ἠδικημένοις; τίς δʼ ἂν ἀπείχετό μου τῶν κακῶς πεπονθότων; ἀλλὰ μένειν ἐν τοῖς βαρβάροις; παραμελήσαντα πάντων τῶν μεγίστων, ἐστερημένον 30 τῆς καλλίστης τιμῆς, ἐν αἰσχίστῃ δυσκλείᾳ διάγοντα, τοὺς ἐν τῷ παροιχομένῳ βίῳ πόνους ἐπʼ ἀρετῇ πεπονημένους ἀπορρίψαντα; καὶ ταῦτα διʼ ἐμαυτόν· ὅπερ αἴσχιστον ἀνδρί, δυστυχεῖν διʼ αὑτόν. (21) οὐ μὴν οὐδὲ παρὰ τοῖς βαρβάροις πιστῶς ἂν διεκείμην· πῶς γάρ, οἵτινες ἀπιστότατον ἔργον συνηπίσταντό μοι πεποιηκότι, τοὺς
3 ἀπʼ in corr. A2 [ε with π above] A1 7 ἐν σοφίᾳ instrumentaliter 8 ὅ γε A2 ὃ τε A1 15 μὲν οὖν ἔκτισιν A 18 ἔχοι A2 ἔχει ut videtur A1 21 μανίας ἐστίν supplet Sauppe, sequentia incerta 22 προυδίδουν γὰρ A 25 ἀδικήσασιν Diels ἐνεχείρισα A2 ἐνεχείρησα A1 29 παραμελήσαντι A ἐστερημένω A 34 συνηπίσταντό, συν del. A2
φίλους τοῖς ἐχθροῖς παραδεδωκότι; βίος δὲ οὐ βιωτὸς πίστεως ἐστερημένῳ. χρήματα μὲν γὰρ ἀποβαλὼν <ἢ> τυραννίδος ἐκπεσὼν ἢ τὴν πατρίδα φυγὼν ἀναλάβοι τις ἄν· ὁ δὲ πίστιν ἀποβαλὼν οὐκ ἂν ἔτι κτήσαιτο. ὅτι μὲν οὖν οὔτʼ ἂν <ἐδυνάμην οὔτʼ ἂν> 5 ἐβουλόμην προδοῦναι τὴν Ἑλλάδα, διὰ τῶν προειρημένων δέδεικται.
(22) βούλομαι δὲ μετὰ ταῦτα πρὸς τὸν κατήγορον διαλεχθῆναι. τίνι ποτὲ πιστεύσας τοιοῦτος ὢν τοιούτου κατηγορεῖς; ἄξιον γὰρ καταμαθεῖν, οἷος ὢν οἷα λέγεις, ὡς ἀνάξιος ἀναξίῳ. Πότερα 10 γάρ μου κατηγορεῖς εἰδὼς ἀκριβῶς ἢ δοξάζων; εἰ μὲν γὰρ εἰδώς, οἶσθα ἰδὼν ἢ μετέχων ἤ του <μετέχοντος> πυθόμενος. εἰ μὲν οὖν ἰδών, φράσον τούτοις <τὸν τρόπον>, τὸν τόπον, τὸν χρόνον, πότε, ποῦ, πῶς εἶδες· εἰ δὲ μετέχων, ἔνοχος εἶς ταῖς αὐταῖς αἰτίαις· εἰ δέ του μετέχοντος ἀκούσας, ὅστις ἐστίν, αὐτὸς ἔλθέτω, φανήτω, 15 μαρτυρησάτω. πιστότερον γὰρ οὕτως ἔσται τὸ κατηγόρημα μαρτυρηθέν. ἐπεὶ νῦν γε οὐδέτερος ἡμῶν παρέχεται μάρτυρα. (26) φήσεις ἴσως ἴσον εἶναι τὸ σέ γε τῶν γενομένων, ὡς σὺ φῇς, μὴ παρέχεσθαι μάρτυρας, τῶν δὲ μὴ γενομένων ἐμέ. τὸ δὲ οὐκ ἴσον ἐστί· τὰ μὲν γὰρ ἀγένητα πῶς ἂν δύναιτο μαρτυρηθῆναι; περὶ δὲ τῶν γενομένων 20 οὐ μόνον οὐκ ἀδύνατον, ἀλλὰ καὶ ῥᾴδιον, οὐδὲ μόνον ῥᾴδιον, ἀλλὰ <καὶ ἀναγκαῖον· ἀλλὰ> σοὶ μὲν οὐκ ἦν ἴδιον μόνῳ μάρτυρας ἀλλὰ καὶ ψευδομάρτυρας εὑρεῖν, ἐμοὶ δὲ οὐδέτερον εὑρεῖν τούτων δυνατόν. (24) ὅτι μὲν οὖν οὐκ οἶσθα ἃ κατηγορεῖς, φανερόν· τὸ δὴ λοιπόν, <οὐκ> εἰδότα σε δοξάζειν. εἶτα, ὦ πάντων ἀνθρώπων τολμηρότατε, 25 δόξῃ πιστεύσας, ἀπιστοτάτῳ πράγματι, τὴν ἀλήθειαν οὐκ εἰδώς, τολμᾷς ἄνδρα περὶ θανάτου διώκειν; ᾧ τί τοιοῦτον ἔργον εἰργασμένῳ σύνοισθα; ἀλλὰ μὴν τό γε δοξάσαι κοινὸν ἅπασι περὶ πάντων, καὶ οὐδὲν ἐν τούτῳ σὺ τῶν ἄλλων σοφώτερος. ἀλλʼ οὔτε τοῖς δοξάζουσι δεῖ πιστεύειν, ἀλλὰ τοῖς εἰδόσιν, οὔτε τὴν δόξαν τῆς 30 ἀληθείας πιστοτέραν νομίζειν, ἀλλὰ τἀναντία τὴν ἀλήθειαν τῆς δόξης. (25) κατηγόρησας δέ μου διὰ τῶν εἰρημένων λόγων δύο τὰ ἐναντιὼτατα, σοφίαν καὶ μανίαν, ὥπερ οὐχ οἷόν τε τὸν αὐτὸν ἄνθρωπον ἔχειν. ὅπου μὲν γάρ με φῂς εἶναι τεχνήεντά τε καὶ δεινὸν καὶ πόριμον, σοφίαν μου κατηγορεῖς, ὅπου δὲ λέγεις ὡς
2 ἀποβαλόντα A ἐκπεσόντα A 3 φυγόντα A ἀναλάβη A 9 οἷος ὤν οἶδάς γε ἴσως ἀνάξιος A 11 πυθόμενος A2 πειθόμενος A1 13 εἶς ut videtur A1 εἶ A2 17 ἴσως σὸν εἶναι τούσγε A 19 πως ἀδύνατα A 21 οὐκ ἦν οἷον μόνω A 28 ἀλλʼ οὐδέ A 32 ὅπερ A
προὐδίδουν τὴν Ἑλλάδα, μανίαν· μανία γάρ ἐστιν ἔργοις ἐπιχειρεῖν ἀδυνάτοις, ἀσυμφόροις, αίσχροῖς, ἀφʼ ὧν τοὺς μὲν φίλους βλάψει, τοὺς δʼ ἐχθροὺς ὠφελήσει, τὸν δὲ αὑτοῦ βίον ἐπονείδιστον καὶ σφαλερὸν καταστήσει. καίτοι πῶς χρὴ ἀνδρὶ τοιούτῳ πιστεύειν, 5 ὅστις τὸν αὐτὸν λόγον λέγων πρὸς τοὺς αὐτοὺς ἄνδρας περὶ τῶν αὐτῶν τὰ ἐναντιώτατα λέγει; (26) βουλοίμην δʼ ἂν παρὰ σοῦ πυθέσθαι, πότερον τοὺς σοφοὺς ἄνδρας νομίζεις ἀνοήτους ἢ φρονίμους; εἰ μὲν γὰρ ἀνοήτους, καινὸς ὁ λόγος, ἀλλʼ οὐκ ἀληθής. εἰ δὲ φρονίμους, οὐ δήπου προσήκει τούς γε φρονοῦντας ἐξαμαρτάνειν 10 τὰς μεγίστας ἀμαρτίας καὶ μᾶλλον αἱρεῖσθαι κακὰ προχείρων <ὄν>των ἀγαθῶν. εἰ μὲν οὖν εἰμι σοφός, οὐχ ἥμαρτον· εἰ δʼ ἥμαρτον, οὐ σοφός εἰμι. οὐκοῦν διʼ ἀμφότερα ἂν εἴης ψευδής.
(27) ἀντικατηγορῆσαι δέ σου πολλὰ καὶ μεγάλα καὶ παλαιὰ καὶ νέα πράσσοντος δυνάμενος οὐ βούλομαι· <βούλομαι> γὰρ οὐ 15 τοῖς σοῖς κακοῖς, ἀλλὰ τοῖς ἐμοῖς ἀγαθοῖς ἀποφεύγειν τὴν αἰτίαν ταύτην. πρὸς μὲν οὖν σὲ ταῦτα.
(28) πρὸς δʼ ὑμᾶς, ὦ ἄνδρες κριταί, περὶ ἐμοῦ βούλομαι εἰπεῖν ἐπίφθονον μὲν ἀληθὲς δέ, <μὴ> κατηγορημένῳ μὲν οὐκ ἀνεκτά, κατηγορουμένῳ δὲ προσήκοντα. νῦν γὰρ ἐν ὑμῖν εὐθύνας 20 καὶ λόγον ὑπέχω τοῦ παροιχομένου βίου. δέομαι οὖν ὑμῶν, ἂν ὑμᾶς ὑπομνήσω τῶν τι ἐμοὶ πεπραγμένων καλῶν, μηδένα φθονῆσαι τοῖς λεγομένοις, ἀλλʼ ἀναγκαῖον ἡγήσασθαι κατηγορημένον δεινὰ καὶ ψευδῆ καί τι τῶν ἀληθῶν ἀγαθὸν εἰπεῖν ἐν εἰδόσιν ὑμῖν, ὅπερ ἥδιστόν μοι. (29) πρῶτον μὲν οὖν καὶ δεύτερον καὶ μέγιστον, διὰ 25 παντὸς ἀπʼ ἀρχῆς εἰς τέλος ἀναμάρτητος ὁ παροιχόμενος βίος ἐστί μοι, καθαρὸς πάσης αἰτίας· οὐδεὶς γὰρ ἂν οὐδεμίαν αἰτίαν κακότητος ἀληθῆ πρὸς ὑμᾶς περὶ ἐμοῦ εἰπεῖν ἔχοι. καὶ γὰρ οὐδʼ αὐτὸς ὁ κατήγορος οὐδεμίαν ἀπόδειξιν εἴρηκεν ὧν εἴρηκεν· οὕτως λοιδορίαν οὐκ ἔχουσαν ἔλεγχον ὁ λόγος αὐτῷ δύναται. (30) φήσαιμι δʼ ἄν, 30 καὶ φήσας οὐκ ἂν ψευσαίμην οὐδʼ ἂν ἔλεγχθείην, οὐ μόνον ἀναμάρτητος ἀλλὰ καὶ μέγας εὐεργέτης ὑμῶν καὶ τῶν Ἑλλήνων καὶ τῶν ἁπάντων ἀνθρώπων - oὐκ οὖν τῶν νῦν ὄντων ἀλλὰ τῶν μελλόντων - εἶναι. τίς γὰρ ἄν ἐποίησε τὸν ἀνθρώπειον βίον πόριμον
8 κενὸς A 9 τούς τε φρ. A 10.11 κακὰ πρότερον τῶν ἀγαθῶν A 12 εἴη A 21 τῶν εἰ (ut videtur) ἐμοὶ A1 τῶν ἐμοὶ (εἰ delete, τι in margine suppl.) A2 22 δεῖν A 23.24 ὑπερήδιστόν A 32 οὐ κοῦν A1 οὔ κουν A2 ad cunctos homines beneficia nondum pertinent 33 ἀνθρώπιον A1 ἀνθρώπινον A2 πόριμον A ποριῶν(?) A1
ἐξ ἀπόρου καὶ κεκοσμημένον ἐξ ἀκόσμου, τάξεις τε πολεμικὰς εὑρὼν, μέγιστον εἰς πλεονεκτήματα, νόμους τε γραπτούς, φύλακας τοῦ δικαίου, γράμματά τε, μνήμης ὄργανον, μέτρα τε καὶ σταθμά, συναλλαγῶν εὐπόρους διαλλαγάς, ἀριθμόν τε χρημάτων φύλακα, 5 πυρσούς τε κρατίστους καὶ ταχίστους ἀγγέλους, πεσσούς τε σχολῆς ἄλυπον διατριβήν; (31) τίνος οὖν ἕνεκα ταῦθʼ ὑμᾶς ὑπέμνησας δηλῶν <μὲν> ὅτι τοῖς τοιούτοις τὸν νοῦν προσέχω, σημεῖον δὲ ποιούμενος ὅτι τῶν αἰσχρῶν καὶ τῶν κακῶν ἔργων ἀπέχομαι· τὸ γὰρ ἐκείνοις τὸν νοῦν προσέχοντα τοῖς τοιούτοις προσέχειν ἀδύνατον. 10 ἀξιῶ δέ, εἰ μηδὲν αὐτὸς ὑμᾶς ἀδικῶ, μηδὲ αὐτὸς ὑφʼ ὑμῶν ἀδικηθῆναι. (32) καὶ γὰρ οὐδὲ τῶν ἄλλων ἐπιτηδευμάτων οὕνεκα ἄξιός εἰμι κακῶς πάσχειν, οὔθʼ ὑπὸ νεωτέρων οὔθʼ ὑπὸ πρεσβυτέρων. τοῖς μὲν γὰρ πρεσβυτέροις ἄλυπός εἰμι, τοῖς δὲ νεωτέροις οὐκ ἀνωφελής, τοῖς εὐτυχοῦσιν οὐ φθονερός, τῶν δυστυχούντων 15 οἰκτίρμων· οὔτε πενίας ὑπερορῶν, οὔτε πλοῦτον ἀρετῆς ἀλλʼ ἀρετὴν πλούτου προτιμῶν· οὔτε ἐν βουλαῖς ἄχρηστος οὔτε ἐν μάχαις ἀργός, ποιῶν τὸ τασσόμενον, πειθόμενος τοῖς ἄρχουσιν. ἀλλὰ γὰρ οὐκ ἐμὸν ἐμαυτὸν ἐπαινεῖν· ὁ δὲ παρὼν καιρὸς ἠνάγκασε καὶ ταῦτα κατηγορημένον πάντως ἀπολογήσασθαι.
20 (33) λοιπὸν δὲ περὶ ὑμῶν πρὸς ὑμᾶς ἐστί μοι λόγος, ὃν εἰπὼν παύσομαι τῆς ἀπολογίας. οἶκτος μὲν οὖν καί τι καὶ φίλων παραίτησις ἐν ὄχλῳ μὲν οὔσης τῆς κρίσεως χρήσιμα· παρὰ δʼ ὑμῖν τοῖς πρώτοις οὖσι τῶν Ἑλλήνων καὶ δοκοῦσιν, οὐ φίλων βοηθείαις οὐδὲ λιταῖς οὐδὲ οἴκτοις δεῖ πείθειν ὑμᾶς, ἀλλὰ τῷ σαφεστάτῳ 25 δικαίῳ, διδάξαντα τἀληθές, οὐκ ἀπατήσαντά με δεῖ διαφυγεῖν τὴν αἰτίαν ταύτην. (34) ὑμὰς δὲ χρὴ μὴ τοῖς λόγοις μᾶλλον ἢ τοῖς ἔργοις προσέχειν τὸν νοῦν, μηδὲ τὰς αἰτίας τῶν ἐλέγχων προκρίνειν, μηδὲ τὸν ὀλίγον χρόνον τοῦ πολλοῦ σοφώτερον ἡγεῖσθαι κριτήν, μηδὲ τὴν διαβολὴν τῆς πείρας πιστοτέραν νομίζειν. 30 ἅπαντα γὰρ τοῖς ἀγαθοῖς ἀνδράσι μεγάλης εὐλαβείας ἁμαρτάνειν, τὰ δὲ ἀνήκεστα τῶν ἀκεστῶν ἔτι μᾶλλον· ταῦτα γὰρ προνοήσασι μὲν δυνατά, μετανοήσασι δὲ ἀνίατα. τῶν δὲ τοιούτων ἐστίν, ὅταν ἄνδρες ἄνδρα περὶ θανάτου κρίνωσιν· ὅπερ ἐστὶ νῦν παρʼ ὑμῖν.
1 πολεμίας A 2.3 φύλακάς τε τοῦ A 4 συναλλαγῶν A2 συλλαβῶν A1 7 δῆλον οὐ τ. τ. A προσέχων A 13 ἄλυπος A2 ἄτυπος A1 15 οὐδὲ ... οὐδὲ A 17 ἀργῶς A 22.23 παρὰ δύναμιν τοῖς A 25 ἀπατήσαντα] sub littera τ priore tres litterae erasae 30 μεγάλοις A 31 ἀν. τῶν ἀνηκέστων A
(35) εἰ μὲν οὖν ἦν διὰ τῶν λόγων τὴν ἀλήθειαν τῶν ἔργων καθαράν τε γενέσθαι τοῖς ἀκούουσι <καὶ> φανεράν, εὔπορος ἂν εἴη κρίσις ἤδη ἀπὸ τῶν εἰρημένων· ἐπειδὴ δ’ οὐχ οὕτως ἔχει, τὸ μὲν σῶμα τοὐμὸν φυλάξατε, τὸν δὲ πλείω χρόνον ἐπιμείνατε, μετὰ δέ 5 τῆς ἀληθείας τὴν κρίσιν ποιήσατε. ὑμῖν μὲν γὰρ μέγας ὁ κίνδυνος, ἀδίκοις φανεῖσι δόξαν τὴν μὲν καταβαλεῖν, τὴν δὲ κτήσασθαι. τοῖς δὲ ἀγαθοῖς ἀνδράσιν αἱρετώτερος θάνατος δόξης αἰσχρᾶς· τὸ μέν γὰρ τοῦ βίου τέλος, ἡ δέ τῷ βίῳ νόσος. (36) ἐὰν δὲ ἀδίκως ἀποκτείνητέ με, πολλοῖς γενήσεται φανερόν· ἐγώ τε γὰρ <οὐκ> 10 ἀγνώς, ὑμῖν τε ... πᾶσιν Ἑλλησι γνώριμος ἡ κακότης καὶ φανερά. καὶ τὴν αἰτίαν {φανερὰν} ἅπασαν ὑμεῖς ἕξετε τῆς ἀδικίας, οὐχ ὁ κατήγορος· ἐν ὑμῖν γὰρ τὸ τέλος ἔχετε τῆς δίκης. ἁμαρτία δʼ οὐκ ἂν γένοιτο μείζων ταύτης. οὐ γὰρ μόνον εἰς ἐμὲ καὶ τοκέας τοὺς ἐμοὺς ἁμαρτήσεσθε δικάσαντες ἀδίκως, ἀλλʼ ὑμῖν αὐτοῖς δεινὸν 15 ἄθεον ἄδικον ἄνομον ἔργον συνεπιστήσεσθε πεποιηκότες, ἀπεκτονότες ἄνδρα σύμμαχον, χρήσιμον ὑμῖν, εὐεργέτην τῆς Ἑλλάδος, Ἕλληνες Ἕλληνα, φανερὰν οὐδεμίαν ἀδικίαν οὐδὲ πιστὴν αἰτίαν ἀποδείξαντες.
(37) εἴρηται τὰ παρʼ ἐμοῦ, καὶ παύομαι. τὸ γὰρ ὑπομνῆσαι 20 τὰ διὰ μακρῶν εἰρημένα συντόμως πρὸς μὲν φαύλους δικαστὰς ἔχει λόγον· τοὺς δὲ πρώτους τῶν πρώτων Ἕλληνας Ἑλλήνων οὐκ ἄξιον οὐδʼ ἀξιῶσαι μήτε προσέχειν τὸν νοῦν μήτε μεμνῆσθαι τὰ λεχθέντα.
1.2 καθαράν γε A 8 τω βίω A2 τοῦ βίου A1 12 ἔχει A
De dispositione v. E. Schwartz 8 sq., de argumentatione etiam Jaeneke 21. Cf. supra ad 39.
Dubia.
45. Plato Phaedri 261 A: ἆρʼ οὖν οὐ τὸ μὲν ὅλον ἡ ῥητορικὴ ἂν εἴη τέχνη ψυχαγωγία τις διὰ λόγων, οὐ μόνον ἐν δικαστηρίοις καὶ ὅσοι ἄλλοι δημόσιοι σύλλογοι, ἀλλὰ καὶ ἐν ἰδίοις, ἡ αὐτὴ σμικρῶν τε καὶ μεγάλων πέρι; καὶ οὐδὲν ἐντιμότερον τό γε ὀρθὸν περὶ σπουδαῖα ἢ περὶ φαῦλα γιγνόμενον;
Cf. infra C 13. B IX 3.