XXII. ALCIDAMAS

1. Sud. lex. s. v.: Ἀλκιδάμας, Ἐλαίτης ἀπὸ Ἑλέας τῆς Ἀσίας, φιλόσοφος, Διοκλέους υἱὸς Mουσικὰ γεγραφότος, μαθητὴς Γοργίου τοῦ Λεοντίνου.

Ἐλαίτης ὁ Γοργίου μαθητὴς audit etiam apud Athenaeum 592 c, Gorgiae auditor apud Dionysium de Isaeo p. 121, 24 U. R., cf. Sudae lex. s. Δημοσθένης 1 et Γοργίας (ubi scholae eius diadochus A. vocatur), eiusdem in perihodorum conformatione sectator est Demetrio de eloc. 12 Isocrati aetatis ordine, ut videtur, antecedit apud Lucianum Demosth. enc. 12. Inter artium scriptores numeratur a Quintiliano inst. 3, 1, 8 sq. Isocratem impugnat auctore Tsetse Chiliad. 11, 670. Cf. 716.

 

2. Ctesibii de arte Alcidamantis testimonium (Plutarchi Demosth. 5) v. B XXIV 5.

Quod Aeschines (Suda s. v. 1) μαθητὴς κατὰ τὴν ῥητορικὴν Ἀλκιδάμαντος dicitur, artis scriptae non est testimonium.

 

3. Dionys. Hal. ad Ammaeum p. 259, 2 U. R. … σπουδῆς ἄξιον οὐδὲν εὗρον (dicunt Aristotelis admiratores) οὔτε Ἰσοκράτης καὶ Ἀναξιμένης καὶ Ἀλκιδάμας οὔτε οἱ τούτοις συμβιώσαντες τοῖς ἀνδράσι παραγγελμάτων τεχνικῶν συγγραφεῖς καὶ ἀγωνισταὶ λόγων ῥητορικῶν κτλ.

 

4. Schol. in Hermog. W. VII 8 = Prol. Syll. p. 192, 3 R.: τῶν οὖν διαλαβόντων περὶ ῥητορικῆς οἳ μὲν ἀρετὴν ἐκάλεσαν ἀπὸ τοῦ μείζονος καὶ ἐλάττονος ὁρισάμενοι, οἳ δὲ κακίαν, ὁμοίως ἐκ τοῦ μείζονος καὶ ἐλάττονος τὸν ὅρον παραδόντες. οἳ μὲν γὰρ αὐτὴν 5 ἐκάλεσαν ἐπιστήμην, ἀπὸ τοῦ μείζονος ὁριζόμενοι ἐπιστήμην τοῦ εὖ λέγειν οἱ Στωικοί, τὸ δὲ εὖ λέγειν ἔλεγον τὸ ἀληθῆ λέγειν. οἳ δὲ ἀπὸ τοῦ ἐλάττονος ὡρίζοντο λέγοντες αὐτὴν διαλεκτικὴν εἶναι, ἡ δὲ διαλεκτικὴ οὕτως ὁρίζεται· δύναμις τοῦ ὄντος πιθανοῦ. τοῦτον δὲ τὸν ὅρον οἱ περὶ τὸν Ἀλκιδάμαντα ἔλεγον.

5 ἐπιστήμην p. 197, 10 R.: ἐπιστήμη p. 192, 7 R.      7. 8 διαλεκτικὴν... διαλεκτικὴ ex p. 198, 16 R.: διαλογικὴν… διαλογική p. 192, 10 R.             9 οἱ περὶ τὸν Ἀλκιδάμαντα idem sentit atque Ἀλκιδάμας.

 

5. Aristot. rhet. 1406 a 4: (Ἀλκιδάμας) τελεσφόρον τὴν πειθὼ τῶν λόγων κατέστησεν.

 

6. Joh. Tsetses Chiliad. 12, 566 sq.

Τἐσσαρας λόγου ἀρετὰς λέγουσι πεφυκέναι

ὁ Ἰσοκράτης ῥήτωρ τε αὐτὸς καὶ Ἀλκιδάμας

    --------------

(571) σαφές, μεγαλοπρέπειαν, σύντομον πιθανόν τε

μετὰ τῆς ὡραιότητος ῥητορικῶν σχημάτων.

Alcidamantis scripta Tzetzes legisse se adfirmat Chiliad. 11, 750 sq. Cf. Ciceronis Partit. οr. 19, Quint. 4, 2, 31. 36. 40. 52. 61. B XXIV 35 (G. Pletho W VI 592). – Narratio intellegitur. Anonymum auctorem, qui similia docuerat, Aristoteles impugnat Rhet. 1414 a 19 sq.

 

7. Jοh. Tzetzes Epit. rhet. III p. 684, 12 W. post lacunam ἐλέγχους (? trad. ἔλεγχος) ἔγραψεν Ἀλκιδάμας.

Nihil intellegitur, nisi forte verba orationem περὶ τῶν τοὺς γραπτοὺς λόγους γραφόντων spectant. Is autem, qui antecedit versus, sic constituendus: (χρὴ scil. τὸν διδάσκαλον εἶναι) ἀπὸ τέχνης γόητά <τε> καὶ συγκεκροτημένον (i. e. σύντομον).

 

8. Sud. lex. s. v. Πρωταγόρας: Ἀλκιδάμας δὲ τέσσαρας εἶναί φησιν ἰδέας λόγων· φάσιν, ἀπόφασιν, ἐρώτησιν, προσαγόρευσιν.

 

9. Diog. Laert. IX 54: Ἀλκιδάμας δὲ τέτταρας λόγους φησί· φάσιν, ἀπόφασιν, ἐρώτησιν, προσαγόρευσιν.

Cf. de Protagora supra, de Antisthene supra, Philod. I p. 242, 5: οἱ δὲ καὶ τὸν διʼ ἐρωτήσεως καὶ ἀποκρίσεως λόγον τοὺς ῥήτορας ἄκρως μεταχειρίζεσθαι λέγοντες οὔτʼ ἴδιον αὐτῶν ὄντα τὸν τρόπον ἀποδείξουσιν οὔτε τέχνας ὑπὲρ αὐτοῦ καταβεβλημένας αὐτοῖς ἀλλὰ τοῖς φιλοσόφοις. V. Aristοtelis rhet. 1418 b 40, Rhet. Gr. I 2 p. 1 sq. Η.

 

10. Philod. rhet. I p. 180, 15 S.: πολλο[ὶ παραιτούμενο]ι [τὴ]ν παιδείαν καὶ τὰς [πάσα]ς ἐπιστήμας οὐ μ[όν]ον τὰ προειρημένα περι[έσ]τησαν, ἀλλὰ καὶ πολὺ [ἔγ]γειον τῶν ῥητορικῶ[ν σο]φιστῶν ἐν ταῖς μεταφοραῖς ἀνεστράφησαν, εἰ μή τις ἄρα τῶν ἁπάντων ὡς Ἀλκιδάμας, Ἡγησίας, Κλείταρχoς.

Cf. Dionysius Hal. Isaei p. 121, 24: Ἀλκιδάμαντα δὲ τὸν ἀκουστὴν αὐτοῦ (Gorgiae) παχύτερον ὄντα τὴν λέξιν καὶ κενότερον (κοινότερον codd. sed F in ras.). Sumpta videntur haec iudicia ex Aristot. rhet. 1405 b 34 sq. ubi Alcidamas tamquam frigidus et in metaphorarum usu ineptus inducitur, exemplis compluribus adlatis (v. Sauppium, Or. Att. II 156), de quibus consulendus est F. Solmsen, Hermae 67, 133 sq., E. Fränkel, Plautinisches im Plautus 388.

 

11. Athen. 592c: Ἀλκιδάμας ὁ Ἐλαίτης ὁ Γοργίου μαθητὴς ἔγραψεν καὶ αὐτὸς ἐγκώμιον Ναίδος τῆς ἑταίρας.

 

12. Cic. Tusc. 1, 48, 116: Alcidamas quidem, rhetοr antiquus in primis nobilis, scripsit etiam laudationem mortis, quae constat ex enumeratione humanorum malorum.

 

13. Menander περὶ ἐπιδ. III 346, 17 Sp. (Bursiani Genethlius p. 46): παράδοξα δὲ (sc. ἐγκώμια) οἷον Ἀλκιδάμαντος τὸ τοῦ θανάτου ἐγκώμιον.

Cf. Tzetzes Chil. 11, 745. Alcidamantis μουσεῖον, quod pleno titulo τὸ τῆς φύσεως μουσεῖον vocasse videtur (Aristot. rhet. 1406 a 24), quasi promptuarium rhetoricum, quod declamationes de variis rebus contineret, fuisse putat H. Sauppe, mortis in eo encomium inventum esse ratus Or. Att. II 155 b. 354 b, est enim apud Stobaeum (Flοr. 120, 3 M. = V 1079, 22 H.) certa emendatione restitutum: Ἐκ τοῦ Ἀλκιδάμαντος Mουσείου· Ἀρχὴν μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον, φύντα δʼ ὅπως ὤκιστα πύλας Ἀίδαο περῆσαι, qui versus tamen ad mortis encomium non est cur referantur; in Certamine Homeri et Hesiodi (p. 37, 7 Wi.) etiamnunc exstant, certamen vero in Alcidamantis Museo lectum esse satis constat. Multi ad rem, praecipue Fr. Nietzsche (Werke XVII, Philologica I 215 sq. = Rh. M. XXV 528 sq., XXVIII 211 sq.) et Ioh. Vahlen (Ges. philol. Schriften I 126 sq.). Quod opus, nisi iudicium fallit, non tam institutionis oratoriae gratia quam ad doctrinae ostentationem scriptum (v. exempli causa Aristot. rhet. 1398 b 9) varias materias, quae cognitione dignae erant, continebat, promptuarium quidem fuit, sed, ut titulus docet, omnis naturae generis, non artium rhetoricarum. Hippiae συναγωγήν apte conferas. De papyrorum novis frustulis Solmsen, Hermae 67, 141 sq.

 

14. Aristot. rhet. 1398 b 10: καὶ ὡς Ἀλκιδάμας, ὅτι πάντες τοὺς σοφοὺς τιμῶσιν· Πάριοι γοῦν Ἀρχίλοχον καίπερ βλάσφημον ὄντα τετιμήκασι καὶ Χῖοι Ὅμηρον οὐκ ὄντα πολίτην καὶ Μυτιληναῖοι Σαπφῶ καίπερ γυναῖκα οὖσαν καὶ Λακεδαιμόνιοι Χίλωνα καὶ τῶν γερόντων ἐποίησαν ἥκιστα φιλόλογοι ὄντες καὶ Ἰταλιῶται Πυθαγόραν καὶ Λαμψακηνοὶ Ἀναξαγόραν ξένον ὄντα ἔθαψαν καὶ τιμῶσι ἔτι καὶ νῦν.

Verba haec tamquam ἐξ ἐπαγωγῆς probationis exemplum adfert Aristoteles.

 

15. Alcidamantis

περὶ τῶν τοὺς γραπτοὺς λόγους γραφόντων ἢ περὶ σοφιστῶν.

(1) ἐπειδή τινες τῶν καλουμένων σοφιστῶν ἱστορίας μὲν καὶ παιδείας ἠμελήκασι καὶ τοῦ δύνασθαι λέγειν ὁμοίως τοῖς ἰδιώταις ἀπείρως ἔχουσι, γράφειν δὲ μεμελετηκότες λόγους καὶ διὰ βιβλίων 5 δεικνύντες τὴν αὑτῶν σοφίαν σεμνύνονται καὶ μέγα φρονοῦσι, καὶ πολλοστὸν μέρος τῆς ῥητορικῆς κεκτημένοι δυνάμεως τῆς ὅλης τέχνης ἀμφισβητοῦσι, διὰ ταύτην τὴν αἰτίαν ἐπιχειρήσω κατηγορίαν ποιήσασθαι τῶν γραπτῶν λόγων, (2) οὐχ ὡς ἀλλοτρίαν ἐμαυτοῦ τὴν δύναμιν αὐτῶν ἡγούμενος, ἀλλʼ ὡς ἐφʼ ἑτέροις μεῖζον φρονῶν 10 καὶ τὸ γράφειν ἐν παρέργῳ τοῦ <λέγειν> μελετᾶν οἰόμενος χρῆναι, καὶ τοὺς ἐπʼ αὐτὸ τοῦτο τὸν βίον καταναλίσκοντας ἀπολελεῖφθαι πολὺ καὶ ῥητορικῆς καὶ φιλοσοφίας ὑπειληφώς, καὶ πολὺ δικαιότερον ἂν ποιητὰς ἢ σοφιστὰς προσαγορεύεσθαι νομίζων. 15

(3) πρῶτον μὲν οὖν ἐντεῦθεν ἄν τις καταφρονήσειε τοῦ γράφειν, ἐξ ὧν ἐστιν εὐεπίθετον καὶ ῥᾴδιον καὶ τῇ τυχούσῃ φύσει πρόχειρον. εἰπεῖν μὲν γὰρ ἐκ τοῦ παραυτίκα περὶ τοῦ παρατυχόντος ἐπιεικῶς, καὶ ταχείᾳ χρήσασθαι τῶν ἐνθυμημάτων καὶ τῶν ὀνομάτων εὐπορίᾳ, καὶ τῷ καιρῷ τῶν πραγμάτων καὶ ταῖς ἐπιθυμίαις τῶν 20 ἀνθρώπων εὐστόχως ἀκολουθῆσαι καὶ τὸν πρoσήκοντα λόγον εἰπεῖν, οὔτε φύσεως ἀπάσης οὔτε παιδείας τῆς τυχούσης ἐστίν· (4) ἐν πολλῷ δὲ χρόνῳ γράψαι {ἂν} καὶ κατὰ σχολὴν ἐπανορθῶσαι, καὶ παραθέμενον τὰ τῶν προγεγονότων σοφιστῶν συγγράμματα πολλαχόθεν εἰς ταὐτὸν ἐνθυμήματα συναγεῖραι καὶ μιμήσασθαι τὰς τῶν 25 εὖ λεγομένων ἐπιτυχίας, καὶ τὰ μὲν ἐκ τῆς τῶν ἰδιωτῶν συμβουλίας ἐπανορθώσασθαι, τὰ δʼ αὐτὸν ἐν ἑαυτῷ πολλάκις ἐπισκεψάμενον ἀνακαθῆραι καὶ μεταγράψαι, καὶ τοῖς ἀπαιδεύτοις ῥᾴδιον πέφυκεν. (5) ἔστι δʼ ἅπαντα τὰ μὲν ἀγαθὰ καὶ καλὰ σπάνια καὶ χαλεπὰ καὶ διὰ πόνων εἰωθότα γίγνεσθαι, τὰ δὲ ταπεινὰ καὶ φαῦλα ῥᾳδίαν 30 ἔχει <τὴν> κτῆσιν· ὥστʼ ἐπειδὴ τὸ γράφειν τοῦ λέγειν ἑτοιμότερον ἡμῖν ἐστιν, εἰκότως ἄν αὐτοῦ καὶ τὴν κτῆσιν ἐλάττονος ἀξίας νομίζοιμεν.

(6) ἔπειτα τοῖς μὲν λέγειν δεινοῖς οὐδεὶς ἂν φρονῶν ἀπιστήσειεν, ὡς οὐ μικρὸν τὴν τῆς ψυχῆς ἕξιν μεταρρυθμίσαντες ἐπιεικῶς 35 λογογραφήσουσι, τοῖς δὲ γράφειν ἠσκημένοις οὐδεὶς ἂν πιστεύσειεν, ὡς ἀπὸ τῆς αὐτῆς δυνάμεως καὶ λέγειν οἷοί τʼ ἔσονται. τοὺς μὲν

5 διʼ ἀβεβαίων X           24 ταὐτὸν] τὰ αὐτῶν            27 ἀνακαθᾶραι          36 ἐπὶ τῆς αὐτῆς

γὰρ τὰ χαλεπὰ τῶν ἔργων ἐπιτελοῦντας εἰκός, ὅταν ἐπὶ τὰ ῥᾴω τὴν γνώμην μεταστήσωσιν, εὐπόρμως μεταχειρίσασθαι τὴν τῶν πραγμάτων ἀπεργασίαν· τοῖς δὲ τὰ ῥᾴδια γεγυμνασμένοις ἀντίτυπος καὶ προσάντης ἡ τῶν χαλεπωτέρων ἐπιμέλεια καθίσταται. γνοίη 5 δʼ ἄν τις ἐκ τῶνδε τῶν παραδειγμάτων·

(7) ὁ μὲν γὰρ ἆραι μέγα φορτίον δυνάμενος ἐπὶ τὰ κουφότερα μετελθὼν ῥᾳδίως μεταχειρίσαιτʼ ἄν· ὁ δὲ πρὸς τὰ κοῦφα τῇ δυνάμει διικνούμενος οὐδέν ἂν τῶν βαρυτέρων οἷός τʼ εἴη φέρειν. καὶ πάλιν ὁ μὲν ποδώκης δρομεὺς ῥᾳδίως παρέπεσθαι τοῖς βραδυτέροις 10 δύναιτʼ ἄν· ὁ δὲ βραδὺς οὐκ ἂν οἷός τʼ εἴη τοῖς θάσσοσιν ὁμοδραμεῖν. ἔτι δὲ πρὸς τούτοις ὁ μὲν τὰ πόρρω δυνάμενος ἐπισκόπως ἀκοντίζειν ἢ τοξεύειν καὶ τῶν ἔγγὺς τεύξεται ῥᾳδίως· ὁ δὲ τὰ πλησίον βάλλειν ἐπιστάμενος οὔπω δῆλον εἰ καὶ τῶν πόρρω δυνήσεται τυγχάνειν. (8) τὸν αὐτὸν δὴ τρόπον καὶ περὶ τοὺς λόγους ὁ μέν ἐκ τοῦ 15 παραυτίκα καλῶς αὐτοῖς χρώμενος οὐκ ἄδηλον ὅτι μετὰ χρόνου καὶ σχολῆς ἐν τῷ γράφειν διαφέρων ἔσται λογοποιός· ὁ δʼ ἐπὶ τοῦ γράφειν τὰς διατριβὰς ποιούμενος οὐκ ἀφανὲς ὅτι μεταβὰς ἐπὶ τοὺς αὐτοσχεδιαστικούς λόγους ἀπορίας καὶ πλάνου καὶ ταραχῆς ἕξει πλήρη τὴν γνώμην. 20 (9) ἡγοῦμαι δὲ καὶ τῷ βίῳ τῶν ἀνθρώπων τὸ μὲν λέγειν ἀεί τε καὶ διὰ παντὸς χρήσιμον εἶναι, τοῦ δὲ γράφειν ὀλιγάκις εὔκαιρον τὴν δύναμιν αὐτῷ καθίστασθαι. τίς γὰρ οὐκ οἶδεν, ὅτι λέγειν μὲν ἐκ τοῦ παραυτίκα καὶ δημηγοροῦσι καὶ δικαζομένοις καὶ τὰς ἰδίας ὁμιλίας ποιοῦσιν ἀναγκαῖόν ἐστι, καὶ πολλάκις 25 ἀπροσδοκήτως καιροὶ πραγμάτων παραπίπτουσιν, ἐν οἷς οἱ μὲν σιωπῶντες εὐκαταφρόνητοι δόξουσιν εἶναι, τοὺς δὲ λέγοντας ὡς ἰσόθεον τὴν γνώμην ἔχοντας ὑπὸ τῶν ἄλλων τιμωμένους ὁρῶμεν. (10) ὅταν γὰρ νουθετῆσαι δέῃ τοὺς ἁμαρτάνοντας ἢ παραμυθήσασθαι τοὺς δυστυχοῦντας ἢ πραῧναι τοὺς ἀπονοουμένους ἢ τὰς ἐξαίφνης 30 ἐπενεχθείσας αἰτίας ἀπολύσασθαι, τηνικαῦθʼ ἡ τοῦ λέγειν δύναμις τῇ χρείᾳ τῶν ἀνθρώπων ἐπικουρεῖν οἵα τʼ ἐστίν· ἡ δέ γραφὴ σχολῆς δεῖται καὶ μακροτέρους ποιεῖται τοὺς χρόνους τῶν καιρῶν· οἳ μὲν γὰρ ταχεῖαν τὴν ἐπικουρίαν ἐπὶ τῶν ἀγώνων ἀπαιτοῦσιν, ἣ δὲ κατὰ σχολὴν καὶ βραδέως ἐπιτελεῖ τοὺς λόγους. ὥστε τίς ἂν 35 φρονῶν ταύτην τὴν δύναμιν ζηλώσειεν, ἢ τῶν καιρῶν τοσοῦτον ἀπολείπεται; (11) πῶς δʼ οὐ καταγέλαστον, εἰ τοῦ κήρυκος παρα-

8 et 10 οἷός τε ᾖ           22 αὐτῷ] αὐτοῦ        23 λέγουσι     28 δεῖ              29 πραῦναι τοὺς ἀπολλυμένους      36 ὑπολείπεται

καλοῦντος ‘τίς ἀγορεύειν βούλεται τῶν πολιτῶν;’ ἢ τοῦ ὕδατος ἐν τοῖς δικαστηρίοις ἤδη ῥέοντος, ἐπὶ τὸ γραμματεῖον ὁ ῥήτωρ πορεύοιτο συνθήσων καὶ μαθησόμενος λόγον; ὡς ἀληθῶς γὰρ εἰ μὲν ἦμεν τύραννοι τῶν πόλεων, ἐφʼ ἡμῖν ἂν ἦν καὶ δικαστήρια συλλέγειν καὶ 5 περὶ τῶν κοινῶν βουλεύεσθαι πραγμάτων, ὥσθʼ, ὁπότε γράψαιμεν τοὺς λόγους, τηνικαῦτα τοὺς ἄλλους πολίτας ἐπὶ τὴν ἀκρόασιν παρακαλεῖν. ἐπεὶ δʼ ἕτεροι τούτων κύριοί εἰσιν, ἆρʼ οὐκ εὔηθες ἡμᾶς ἄλλην τινὰ ποιεῖσθαι μελέτην λόγων . . . . . . ἐναντίως ἔχουσιν ἀκριβῶς. (12) εἰ γὰρ οἱ τοῖς ὀνόμασιν ἐξειργασμένοι καὶ μᾶλλον 10 ποιήμασιν ἢ λόγοις ἐοικότες καὶ τὸ μὲν αὐτόματον καὶ πλέον ἀληθείαις ὅμοιον ἀποβεβληκότες, μετὰ παρασκευῆς δὲ πεπλάσθαι καὶ συγκεῖσθαι δοκοῦντες, ἀπιστίας καὶ φθόνου τὰς τῶν ἀκουόντων γνώμας ἐμπιμπλᾶσι . . . . . . (13) τεκμήριον δὲ μέγιστον· οἱ γὰρ εἰς τὰ δικαστήρια τοὺς λόγους γράφoντες φεύγουσι τὰς ἀκριβείας 15 καὶ μιμοῦνται τὰς τῶν αὐτοσχεδιαζόντων ἑρμηνείας, καὶ τότε κάλλιστα γράφειν δοκοῦσιν, ὅταν ἥκιστα γεγραμμένοις ὁμοίους πορίσωνται λόγους. ὁπότε δὲ καὶ τοῖς λογογράφοις τοῦτο πέρας τῆς ἐπιεικείας ἐστίν, ὅταν τοὺς αὐτοσχεδιάζοντας μιμήσωνται, πῶς οὐ χρὴ καὶ τῆς παιδείας ἐκείνην μάλιστα τιμᾶν, ἀφʼ ἧς πρὸς τοῦτο τὸ γένος τῶν λόγων εὐπόρως ἕξομεν; 20 (14) οἶμαι δὲ καὶ διὰ τοῦτʼ ἄξιον εἶναι τοὺς γραπτοὺς λόγους ἀποδοκιμάζειν, ὅτι τὸν βίον τῶν μεταχειριζομένων ἀνώμαλον καθιστᾶσι. περὶ πάντων μὲν γὰρ τῶν πραγμάτων γεγραμμένους ἐπίστασθαι λόγους ἕν τι τῶν ἀδυνάτων πέφυκεν· ἀνάγκη δʼ ἐστίν, 25 ὅταν τις τὰ μὲν αὐτοσχεδιάζῃ, τὰ δὲ τυποῖ, τὸν λόγον ἀνόμοιον ὄντα ψόγον τῷ λέγοντι παρασκευάζειν, καὶ τὰ μὲν ὑποκρίσει καὶ ῥαψῳδίᾳ παραπλήσια δοκεῖν εἶναι, τὰ δὲ ταπεινὰ καὶ φαῦλα φαίνεσθαι παρὰ τὴν ἐκείνων ἀκρίβειαν.

(15) δεινὸν δʼ ἐστὶ τὸν ἀντιποιούμενον <περὶ> φιλοσοφίας ἄν 30 τι λέγειν καὶ παιδεύσειν ἑτέρους ὑπισχνούμενον, ἄν μὲν ἔχῃ γραμματεῖον ἢ βιβλίον, δεικνύναι δύνασθαι τὴν αὑτοῦ σοφίαν, ἂν δὲ τούτων ἄμοιρος γένηται, μηδὲν τῶν ἀπαιδεύτων βελτίω καθεστάναι, καὶ χρόνου μὲν δοθέντος δύνασθαι λόγον ἐξενεγκεῖν, εὐθέως δὲ περὶ τοῦ προτεθέντος ἀφωνότερον εἶναι τῶν ἰδιωτῶν, καὶ λόγων μὲν 35 τέχνας ἐπαγγέλλεσθαι, τοῦ δὲ λέγειν μηδὲ μικρὰν δύναμιν ἔχοντʼ ἐν ἑαυτῷ φαίνεσθαι. καὶ γὰρ ἡ μελέτη τοῦ γράφειν ἀπορίαν τοῦ

11 ἀληθείαις: cf. p. 144, 7, 137, 14  p. 139, 27          13 ἐμπιπλῶσι             16 μάλιστα     19 ἀφʼ οὗ        25 αὐτοσχεδιάζοι τῶν λόγων             29. 30 ἀντιλέγειν

λέγειν πλείστην παραδίδωσιν. (16) ὅταν γάρ τις ἐθισθῇ κατὰ μικρὸν ἐξεργάζεσθαι τοὺς λόγους καὶ μετʼ ἀκριβείας καὶ ῥυθμοῦ τὰ ῥήματα συντιθέναι, καὶ βραδείᾳ τῇ τῆς διανοίας κινήσει χρώμενος ἐπιτελεῖν τὴν ἑρμηνείαν, ἀναγκαῖόν ἐστι τοῦτον, ὅταν εἰς 5 τοὺς αὐτοσχεδιαστοὺς ἔλθη λόγους, ἐναντία πράσσοντα ταῖς συνηθείαις ἀπορίας καὶ θορύβου πλήρη τὴν γνώμην ἔχειν, καὶ πρὸς ἅπαντα μὲν δυσχεραίνειν, μηδὲν δὲ διαφέρειν τῶν ἰσχνοφώνων, οὐδέποτε δʼ εὐλύτῳ τῇ τῆς ψυχῆς ἀγχινοίᾳ χρώμενον ὐγρῶς καὶ φιλανθρώπως μεταχειρίζεσθαι τοὺς λόγους. (17) ἀλλʼ ὥσπερ οἱ 10 διὰ μακρῶν χρόνων ἐκ δεσμῶν λυθέντες οὐ δύνανται τοῖς ἄλλοις ὁμοίαν ποιήσασθαι τὴν ὁδοιπορίαν, ἀλλʼ εἰς ἐκεῖνα τὰ σχήματα καὶ τοὺς ῥυθμούς ἀποφέρονται, μεθʼ ὧν καὶ δεδεμένοις αὐτοῖς ἀναγκαῖον ἦν πορεύεσθαι, τὸν αὐτὸν τρόπον ἡ γραφὴ βραδείας τὰς διαβάσεις τῇ γνώμῃ παρασκευάζουσα καὶ τοῦ λέγειν ἐν τοῖς 15 ἐναντίοις ἔθεσι ποιουμένη τὴν ἄσκησιν ἄπορον καὶ δεσμῶτιν τὴν ψυχὴν καθίστησι καὶ τῆς ἐν τοῖς αὐτοσχεδιαστοῖς εὐροίας ἁπάσης ἐπίπροσθεν γίγνεται.

(18) νομίζω δὲ καὶ τὴν μάθησιν τῶν γραπτῶν λόγων χαλεπὴν καὶ τὴν μνήμην ἐπίπονον καὶ τὴν λήθην αἰσχρὰν ἐν τοῖς ἀγῶσι 20 γίγνεσθαι. πάντες γὰρ ἄν ὁμολογήσειαν τὰ μικρὰ τῶν μεγάλων καὶ τὰ πολλὰ τῶν ὀλίγων χαλεπώτερον εἶναι μαθεῖν καὶ μνημονεῦσαι. περὶ μὲν οὖν τοὺς αὐτοσχεδιασμοὺς ἐπὶ τῶν ἐνθυμημάτων δεῖ μόνον τὴν γνώμην ἔχειν, τοῖς δʼ ὀνόμασιν ἐκ τοῦ παραυτίκα δηλοῦν· ἐν δὲ τοῖς γραπτοῖς λόγοις καὶ τῶν ὀνομάτων {καὶ τῶν ἐνθυμημάτων} 25 καὶ συλλαβῶν ἀναγκαῖόν ἐστι ποιεῖσθαι τὴν μνήμην καὶ τὴν μάθησιν ἀκριβῆ. (19) ἐνθυμήματα μὲν οὖν ὀλίγα καὶ μεγάλα τοῖς λόγοις ἔνεστιν, ὀνόματα δὲ καὶ ῥήματα πολλὰ καὶ ταπεινὰ καὶ μικρὸν ἀλλήλων διαφέροντα, καὶ τῶν μὲν ἐνθυμημάτων ἄπαξ ἕκαστον δηλοῦται, τοῖς δʼ ὀνόμασι πολλάκις τοῖς αὐτοῖς ἀναγκαζόμεθα 30 χρῆσθαι· διὸ τῶν μὲν εὔπορος ἡ μνήμη, τοῖς δὲ δυσανάληπτος ἡ μνήμη καὶ δυσφύλακτος ἡ μάθησις καθέστηκεν. (20) ἔτι τοίνυν αἱ λῆθαι περὶ μὲν τοὺς αὐτοσχεδιασμοὺς ἄδηλον τὴν αἰσχύνην ἔχουσιν. εὐλύτου γὰρ τῆς ἑρμηνείας οὔσης καὶ τῶν ὀνομάτων οὐκ ἀκριβῶς συνεξεσμένων, ἂν ἄρα καὶ διαφύγῃ τι τῶν ἐνθυμημάτων, 35 οὐ χαλεπὸν ὑπερβῆναι τῷ ῥήτορι καὶ τῶν ἐφεξῆς ἐνθυμημάτων ἁψάμενον μηδεμιᾷ τὸν λόγον αἰσχύνῃ περιβαλεῖν, ἀλλὰ καὶ τῶν διαφυγόντων, ἂν ὕστερον ἀναμνησθῇ, ῥᾴδιον ποιήσασθαι τὴν δήλωσιν.

14 γνώμῃ: μνήμη pr. X (corr.1)           32 αἱ ἀλήθειαι

(21) τοῖς δὲ γεγραμμένα λέγουσιν, ἂν καὶ μικρὸν ὑπὸ τῆς ἀγωνίας ἐκλίπωσί τι καὶ παραλλάξωσιν, ἀπορίαν ἀνάγκη καὶ πλάνον καὶ ζήτησιν ἐγγενέσθαι, καὶ μακροὺς μὲν χρόνους ἐπίσχειν, πολλάκις δὲ τῇ σιωπῇ διαλαμβάνειν τὸν λόγον, ἀσχήμονα δὲ καὶ καταγέλαστον 5 καὶ δυσεπικούρητον καθεστάναι τὴν ἀπορίαν.

(22) ἡγοῦμαι δὲ καὶ ταῖς ἐπιθυμίαις τῶν ἀκροατῶν ἄμεινον χρῆσθαι τοὺς αὐτοσχεδιάζοντας τῶν τὰ γεγραμμένα λεγόντων. οἱ μὲν γὰρ πολὺ πρὸ τῶν ἀγώνων τὰ συγγράμματα διαπονήσαντες ἐνίοτε τῶν καιρῶν ἁμαρτάνουσιν· ἢ γὰρ μακρότερα τῆς ἐπιθυμίας 10 λέγοντες ἀπεχθάνονται τοῖς ἀκούουσιν, ἢ βουλομένων ἔτι τῶν ἀνθρώπων ἀκροᾶσθαι προαπολείπουσι τοὺς λόγους.

(23) χαλεπὸν γάρ, ἴσως δʼ ἀδύνατόν ἐστιν ἀνθρωπίνην πρόνοιαν ἐφικέσθαι τοῦ μέλλοντος, ὥστε προϊδεῖν ἀκριβῶς, τίνα τρόπον αἱ γνῶμαι τῶν ἀκουόντων πρὸς τὰ μήκη τῶν λεγομένων ἕξουσιν. ἐν 15 δὲ τοῖς αὐτοσχεδιασμοῖς ἐπὶ τῷ λέγοντι γίγνεται ταμιεύεσθαι {τούς λόγους} πρὸς τὰς δυνάμεις τῶν λόγων ἀποβλέποντι, καὶ τὰ μήκη συντέμνειν καὶ τὰ συντόμως ἐσκεμμένα διὰ μακροτέρων δηλοῦν.

(24) χωρὶς τοίνυν τούτων οὐδὲ τοῖς παρʼ αὐτῶν τῶν ἀγώνων ἐνθυμήμασι διδομένοις ὁμοίως ὁρῶμεν ἑκατέρους χρῆσθαι δυναμένους. 20 τοῖς μὲν γὰρ ἄγραφα λέγουσιν, ἄν τι παρὰ τῶν ἀντιδίκων ἐνθύμημα λάβωσιν ἢ διὰ τὴν συντονίαν τῆς διανοίας αὐτῶν παρὰ σφῶν αὐτῶν διανοηθῶσιν, εὔπορόν ἐστιν ἐν τάξει θεῖναι· τοῖς γὰρ ὀνόμασιν ἐκ τοῦ παραυτίκα περὶ ἁπάντων δηλοῦντες, οὐδʼ ὅταν πλείω τῶν ἐσκεμμένων λέγωσιν, οὐδαμοῦ τὸν λόγον ἀνώμαλον καὶ ταραχώδη 25 καθιστᾶσι. (25) τοῖς δὲ μετὰ τῶν γραπτῶν λόγων ἀγωνιζομένοις, ἂν ἄρα τι χωρὶς τῆς παρασκευῆς ἐνθύμημα δοθῇ, χαλεπὸν ἐναρμόσαι καὶ χρῆσθαι κατὰ τρόπον· αἱ γὰρ ἀκρίβειαι τῆς τῶν ὀνομάτων ἐξεργασίας οὐ παραδέχονται τοὺς αὐτοματισμούς, ἀλλʼ ἀναγκαῖον ἢ μηδὲν χρῆσθαι τοῖς ἀπὸ τῆς τύχης ἐνθυμήμασι δοθεῖσιν, ἢ χρώμενον 30 διαλύειν καὶ συνερείπειν τὴν τῶν ὀνομάτων οἰκονομίαν, καὶ τὰ μὲν ἀκριβῶς τὰ δʼ εἰκῇ λέγοντα ταραχώδη καὶ διάφωνον καθιστάναι τὴν ἐρμηνείαν. (26) καίτοι τίς ἂν εὖ φρονῶν ἀποδέξαιτο τὴν τοιαύτην μελέτην, ἥτις καὶ τῶν αὐτομάτων ἀγαθῶν ἐπίπροσθεν τῇ χρήσει καθέστηκε καὶ χείρω τῆς τύχης ἐνίοτε τοῖς ἀγωνιζομένοις τὴν 35 ἐπικουρίαν παραδίδωσι, καὶ τῶν ἄλλων τεχνῶν ἐπὶ τὸ βέλτιον ἄγειν τὸν τῶν ἀνθρώπων βίον εἰθισμένων αὕτη καὶ τοῖς αὐτομάτοις εὐπορήμασιν ἐμποδών ἐστιν;

1 ἂν κατὰ μ.                  3 ἐπισχεῖν                   27 καὶ κεχρῆσθαι      31 καὶ ἄφωνον

(27) ἡγοῦμαι δʼ οὐδὲ λόγους δίκαιον εἶναι καλεῖσθαι τοὺς γεγραμμένους, ἀλλʼ ὥσπερ εἴδωλα καὶ σχήματα καὶ μιμήματα λόγων, καὶ τὴν αὐτὴν κατʼ αὐτῶν εἰκότως ἂν δόξαν ἔχοιμεν, ἥνπερ καὶκατὰ τῶν χαλκῶν ἀνδριάντων καὶ λιθίνων ἀγαλμάτων καὶ 5 γεγραμμένων ζῷων. ὥσπερ γὰρ ταῦτα μιμήματα τῶν ἀληθινῶν σωμάτων ἐστί, καὶ τέρψιν μὲν ἐπὶ τῆς θεωρίας ἔχει, χρῆσιν δʼ οὐδεμίαν τῷ τῶν ἀνθρώπων βίῳ παραδίδωσι, (28) τὸν αὐτὸν τρόπον ὁ γεγραμμένος λόγος, ἑνὶ σχήματι καὶ τάξει κεχρημένος, ἐκ βιβλίου <μὲν> θεωρούμενος ἔχει τινὰς ἐκπλήξεις, ἐπὶ δὲ τῶν καιρῶν ἀκίνητος 10 ὢν οὐδεμίαν ὠφέλειαν τοῖς κεκτημένοις παραδίδωσιν. ἀλλʼ ὥσπερ ἀνδριάντων καλῶν ἀληθινὰ σώματα πολὺ χείρους τὰς εὐπρεπείας ἔχοντα πολλαπλασίους ἐπὶ τῶν ἔργων τὰς ὠφελείας παραδίδωσιν, οὕτω καὶ λόγος ὁ μὲν ἀπʼ αὐτῆς τῆς διανοίας ἐν τῷ παραυτίκα λεγόμενος ἔμψυχός ἐστι καὶ ζῇ καὶ τοῖς πράγμασιν ἕπεται καὶ τοῖς 15 ἀληθέσιν ἀφωμοίωται σώμασιν, ὁ δὲ γεγραμμένος εἰκόνι λόγου τὴν φύσιν ὁμοίαν ἔχων ἀπάσης ἐνεργείας ἄμοιρος καθέστηκεν.

(29) ἴσως ἂν οὖν εἴποι τις ὡς ἄλογόν ἐστι κατηγορεῖν μὲν τῆς γραφικῆς δυνάμεως, αὐτὸν δὲ διὰ ταύτης φαίνεσθαι τὰς ἀποδείξεις ποιούμενον, καὶ προδιαβάλλειν τὴν πραγματείαν ταύτην, 20 διʼ ἧς εὐδοκιμεῖν παρασκευάζεται παρὰ τοῖς Ἑλλησιν, ἔτι δὲ περὶ φιλοσοφίαν διατρίβοντα τοὺς αὐτοσχεδιαστικοὺς λόγους ἐπαινεῖν, καὶ προυργιαίτερον ἡγεῖσθαι τὴν τύχην τῆς προνοίας καὶ φρονιμωτέρους τοὺς εἰκῇ λέγοντας τῶν μετὰ παρασκευῆς γραφόντων. (30) ἐγὼ δὲ πρῶτον μὲν οὐ παντελῶς ἀποδοκιμάζων τὴν γραφικὴν 25 δύναμιν, ἀλλὰ χείρω τῆς αὐτοσχεδιαστικῆς ἡγούμενος εἶναι, καὶ τοῦ δύνασθαι λέγειν πλείστην ἐπιμέλειαν οἰόμενος χρῆναι ποιεῖσθαι, τούτους εἴρηκα τοὺς λόγους· ἔπειτα προσχρῶμαι τῷ γράφειν οὐκ ἐπὶ τούτῳ μέγιστον φρονῶν, ἀλλʼ ἵνʼ ἐπιδείξω τοῖς ἐπὶ ταύτῃ τῇ δυνάμει σεμνυνομένοις, ὅτι μικρὰ πονήσαντες ἡμεῖς ἀποκρύψαι 30 καὶ καταλῦσαι τοὺς λόγους αὐτῶν οἷοί τʼ ἐσόμεθα. (31) πρὸς δὲ τούτοις καὶ τῶν ἐπιδείξεων εἵνεκα τῶν εἰς τοὺς ὄχλους ἐκφερομένων ἅπτομαι τοῦ γράφειν. τοῖς μὲν γὰρ πολλάκις ἡμῖν ἐντυγχάνουσιν ἐξ ἐκείνου τοῦ τρόπου παρακελεύομαι πεῖραν ἡμῶν λαμβάνειν, ὅταν ὑπέρ ἅπαντος τοῦ προτεθέντος εὐκαίρως καὶ μουσικῶς εἰπεῖν 35 οἷοί τʼ ὦμεν· τοῖς δὲ διὰ χρόνου μὲν ἐπὶ τὰς ἀκροάσεις ἀφιγμένοις, μηδεπώποτε δὲ πρότερον ἡμῖν ἐντετυχηκόσιν, ἐπιχειροῦμέν τι δεικ-

8 κεχρημένος rec.] γεγραμμένος X                 11 εὐπρεπείας] εὐπορίας     13 ἐπʼ αὐτῆς              16 ἐνεργείας] εὐεργεσίας     18 ἑαυτὸν                         19 προσδιαβάλλειν

νύναι τῶν γεγραμμένων· εἰθισμένοι γὰρ ἀκροᾶσθαι τῶν ἄλλων <τοὺς γραπ>τοὺς λόγους, ἴσως ἂν ἡμῶν αὐτοσχεδιαζόντων ἀκούοντες ἐλάττονα τῆς ἀξίας δόξαν καθʼ ἡμῶν λάβοιεν. (32) χωρὶς δὲ τούτων καὶ σημεῖα τῆς ἐπιδόσεως, ἣν εἰκὸς ἐν τῇ διανοίᾳ γίγνεσθαι, παρὰ 5 τῶν γραπτῶν λόγων ἐναργέστατα κατιδεῖν ἔστιν. εἰ μὲν γὰρ βέλτιον αὐτοσχεδιάζομεν νῦν ἢ πρότερον, οὐ ῥᾴδιον ἐπικρίνειν ἔστί. χαλεπαὶ γὰρ αἱ μνῆμαι τῶν προειρημένων λόγων καθεστήκασιν· εἰς δὲ τὰ γεγραμμένα κατιδόντας ὥσπερ ἐν κατόπτρῳ θεωρῆσαι τὰς τῆς ψυχῆς ἐπιδόσεις ῥᾴδιόν ἐστιν. ἔτι δὲ καὶ μνημεῖα 10 καταλιπεῖν ἡμῶν αὐτῶν σπουδάζοντες καὶ τῇ φιλοτιμίᾳ χαριζόμενοι λόγους γράφειν ἐπιχειροῦμεν.

(33) ἀλλὰ μὴν οὐδʼ ὡς εἰκῇ λέγειν παρακελευόμεθα, τὴν αὐτοσχεδιαστικὴν δύναμιν τῆς γραφικῆς προτιμῶντες, ἄξιόν ἐστιπιστεύειν. τοῖς μὲν γὰρ ἐνθυμήμασι καὶ τῇ τάξει μετὰ προνοίας 15 ἡγούμεθα δεῖν χρῆσθαι τοὺς ῥήτορας, περὶ δὲ τὴν τῶν ὀνομάτων δήλωσιν αὐτοσχεδιάζειν. οὐ γὰρ τοσαύτην ὠφέλειαν αἱ τῶν γραπτῶν λόγων ἀκρίβειαι παραδιδόασιν, ὅσην εὐκαιρίαν αἱ τῶν ἐκ τοῦ παραχρῆμα λεγομένων δηλώσεις ἔχουσιν.  (34) ὅστις οὖν ἔπιθυμεῖ ῥήτωρ γενέσθαι δεινὸς ἀλλὰ μὴ ποιητὴς λόγων ἱκανός, καὶ βούλεται 20 μᾶλλον τοῖς καιροῖς χρῆσθαι καλῶς ἢ τοῖς ὀνόμασι λέγειν ἀκριβῶς, καὶ τὴν εὔνοιαν τῶν ἀκροωμένων ἐπίκουρον ἔχειν σπουδάζει μᾶλλον ἢ τὸν φθόνον ἀνταγωνιστήν, ἔτι δὲ καὶ τὴν γνώμην εὔλυτον καὶ τὴν μνήμην εὔπορον καὶ τὴν λήθην ἄδηλον καθεστάναι βούλεται, καὶ τῇ χρείᾳ τοῦ βίου σύμμετρον τὴν δύναμιν τῶν λόγων κεκτῆσθαι 25 πρόθυμός ἐστιν, oὐκ εἰκότως ἂν τοῦ μὲν αὐτοσχεδιάζειν ἀεί τε καὶ διὰ παντὸς ἐνεργὸν τὴν μελέτην ποιοῖτο, τοῦ δὲ γράφειν ἐν παιδιᾷ καὶ παρέργῳ ἐπιμελόμενος εὖ φρονεῖν κριθείη παρὰ τοῖς εὖ φρονοῦσιν;

16. Ὀδυσσεύς

πολλάκις ἤδη ἐνεθυμήθην καὶ ἐθαύμασα, ὦ ἄνδρες Ἑλληνες, 30 τὰς γνώμας τῶν λεγόντων, τί ποτε ἄρα βουλόμενοι ῥᾳδίως δεῦρο παριόντες συμβουλεύουσιν ὑμῖν, ἀφʼ ὧν ὠφέλεια μὲν οὐδεμία ἐστὶ τῷ κοινῷ, λοιδορίαι δὲ πλεῖσται γίγνονται ἐν ἀλλήλοις, εἰκῇ τε λόγους ἀναλίσκουσιν ἀκαίρους, περὶ ὧν ἂν τύχωσι. (2) λέγουσι δὲ 35 τὴν αὐτῶν δόξαν ἕκαστος βουλόμενοί τι λαβεῖν, οἳ δὲ καὶ μισθὸν

22. 23 τ. γνώμην εὔπορον κ. τ. μνήμην εῦλυτον.

Codd. AX           31 λεγομένων A         32 πάριτε A  μὲν ὠφέλεια ὐμῖν οὐδ. A         33. 34 λόγους τε X     34 ἀκεραίους A

πραττόμενοι συναγορεύουσι, παρʼ ὁποτέρων ἂν νομίζωσι  . καὶ εἰ μέν τις ἐν τῷ στρατοπέδῳ πλημμελεῖ ἢ βλάπτει τὸ κοινὸν χρήματα ἑαυτῷ ποριζόμενος, τούτων μὲν <ὁρῶμεν> μηδένα τὸν φροντίζοντα εἶναι. εἰ δέ τις ἡμῶν αἰχμάλωτον ἀγαγὼν ἐκ τῶν 5 πολεμίων τι γέρας εἴληφε πλέον ἕτερος ἑτέρου, τούτων ἕνεκα μεγάλας διαφορὰς ἐν ἡμῖν αὐτοῖς ἔχομεν διὰ τὰς τούτων σπουδάς. (3) ἐγὼ δὲ ἡγοῦμαι τὸν ἄνδρα τὸν ἀγαθὸν καὶ δίκαιον μήτε ἔχθρας ἰδίας φροντίζειν μήτε {ἰδίας} φιλεταιρίαν, φιλοτιμίᾳ χαρισάμενον ἕνεκα ἀνδρὸς ἑνός, <ἢ> χρήματα περὶ πλείονος ποιήσεσθαι, 10 καὶ μὴ ὅ τι ἂν μέλλῃ τῷ πλήθει συνοίσειν... οὐ μὲν δὴ ἀλλὰ παραλιπὼν τοὺς ἀρχαίους πόνους τε καὶ λόγους πειράσομαι Παλαμήδη τόνδε ἐν ὑμῖν εἰς κρίσιν δικαίως καταστῆσαι. (4) ἔστι δὲ τὸ πρᾶγμα, ὡς ἂν εἰδῆτε, προδοσία. ἐφʼ ᾗ δεκαπλάσιαι ζημίαι τῶν ἄλλων εἰσὶν ἐπικείμεναι, καίτοι, ὡς ὑμεῖς ἴστε πάντες, ἐμοὶ καὶ 15 τούτῳ οὐδεμία πώποτʼ ἔχθρα οὐδʼ ἔρις ἐνεγένετο περὶ οὐδενὸς χρήματος, καὶ μὴν οὐδʼ ἐν παλαίστρᾳ οὐδʼ ἐν συμποσίῳ, ἔνθα φιλεῖ ἔριδας πλείστας καὶ λοιδορίας γίγνεσθαι. ὁ δὲ ἀνήρ ἐστι φιλόσοφός τε καὶ δεινός, οὗ μέλλω κατηγορεῖν, ὥστε εἰκότως τὸν νοῦν προσέχειν <δεῖν> ὑμᾶς καὶ μὴ ἀμελῆσαι περὶ τῶν νυνὶ λεγομένων. 20 (5) σχεδὸν μὲν γὰρ ἴστε καὶ αὐτοί, ἐν οἷῳ κινδύνῳ ἐγενόμεθα, ὅτε ἡμῶν οἳ μὲν εἰς τὰς ναῦς καταπεφευγότες ἦσαν, οἳ δὲ... εἰς τὰς τάφρους ἐνέπιπτον εἴς τε τὰς σκηνὰς οἱ πολέμιοι, πᾶσά τε ἀπορία ἦν, ποῖ ποτε προβήσοιτο ἡ τοῦ μέλλοντος κακοῦ τελευτή... ἔχει δὲ ὧδε ὑμῖν· ἐτυγχάνομεν πλησίον τῶν πυλῶν ἐν τῷ αὐτῷ 25 συντασσόμενοι ἐγώ τε καὶ Διομήδης, πλησίον δʼ ἦν Παλαμήδης καὶ Πολυποίτης. (6) συνιόντων δὲ ἡμῶν ὁμόσε τοῖς ἀνδράσιν, ἐκδραμὼν τοξότης ἐκ τῶν πολεμίων ἐστοχάσατο τούτου, ἁμαρτὼν δὲ αὐτοῦ βάλλει ἐγγὺς ἐμοῦ· οὗτός τε λόγχην ἀφίησιν ἐπʼ αὐτόν, καὶ ἐκεῖνος ἀνελόμενος ᾤχετο εἰς τὸ στρατόπεδον. ἐγὼ δὲ ἀνελὼν 30 τὸν οἰστὸν δίδωμι Εὐρυβάτῃ δοῦναι Τεὐκρῳ, ἵνα χρῷτο. ἀνοχῆς δὲ γενομένης ἀπὸ τῆς μάχης ὀλίγον χρόνον, δείκνυσί μοι τὸν οἰστὸν ὑπὸ τοῖς πτεροῖς γράμματα ἔχοντα. (7) ἐκπλαγεῖς δὲ ἐγὼ τῷ πράγματι, προσκαλεσάμενος Σθένελόν τε καὶ Διομήδη ἐδείκνυον

1 πλείω X                      4 ὑμῶν A        5 τι] ἢ ἕνεκεν X                      8 ἰδίᾳ φιλεταιρίᾳ X    8. 9 χρησάμενον AX   9 ποιήσασθαι AX       13 προδοσίας A 13. 14 δεκαπλασία τ. ἄ. ζημία ἐστὶν ἐπικειμένη X              15 ἐγένετο X              15. 16 οὐδενὸς πράγματος X                        20 μὲν οm. A                    21 ὑμῶν A      24 ἔχει δὲ solus A      25 τʼ ἦν A        26 συνιόντων X νῦν. ἰόντων A         28 αὐτοῦ X τούτου A            33 προσκαλέσας A  Διομήδην

αὐτοῖς τὰ ἐνόντα. ἡ δὲ γραφὴ ἐδήλου τάδε· ‘Ἀλέξανδρος Παλαμήδει. ὅσα συνέθου Τηλέφῳ, πάντα σοι ἔσται, ὅ τε πατὴρ Κασάνδραν γυναῖκα δίδωσί σοι, καθάπερ ἐπέστειλας· ἀλλὰ τὰ ἀπὸ σοῦ πραττέσθω διὰ τάχους.’ ἐνεγέγραπτο μὲν ταῦτα· καί μοι 5 προσελθόντες μαρτυρήσατε οἱ λαβόντες τὸ τόξευμα.

<ΜΑΡΤΥΡΕΣ>

(8) ἐπέδειξα δὲ ἂν καὶ αὐτὸ τὸ τόξευμα ὑμῖν, ὡς ἀληθὲς ἦν· νῦν δὲ ἐν τῷ θορύβῳ ἔλαθεν αὐτὸ Τεῦκρος ἀποτοξεύσας. δεῖ δέ με καὶ τὰ λοιπὰ διελθεῖν, ὡς ἔχει, μηδʼ ἀδίκως οὕτως ἄνδρα 10 σύμμαχον περὶ θανάτου κρίνειν, αἰσχίστην αἰτίαν προστιθέντα καὶ ταῦτα πρότερον ἐν ὑμῖν εὐδοκιμηκότι. (9) ἡμεῖς μὲν γὰρ πρίν ἐμβαλεῖν δεῦρο πολὺν χρόνον ἐν ταὐτῷ ἐγενόμεθα, καὶ οὐδεὶς ἡμῶν εἶδεν ἔχοντα τοῦτον σημεῖον ἐν τῇ ἀσπίδι· ἐπειδὴ δὲ κατεπλεύσαμεν δεῦρο, τρίαιναν ἐπεγράψατο. τίνος ἕνεκα; ἵνα δῆλος εἴη τῷ 15 ἐπιγράμματι, ὅ τε ἀντιτεταγμένος τοῦτον τοξεύοι διὰ τὸ σύνθημα, οὗτός τε εἰς ἐκεῖνον ἐσακοντίζοι. (10) τεκμαίρεσθαι δὲ δεῖ ἔκ τούτων εἰκότως καὶ τὴν ἄφεσιν τῆς λόγχης. φημὶ γὰρ καὶ ἐν ἔκείνῃ γράμματα εἶναι, πηνίκα καὶ πότε προδώσει· πιστὰ γὰρ ἦν οὕτω παρʼ ἀλλήλων τὰ πεμπόμενα, οὗτός τε ἐκείνοις ἐκεῖνοί τε τούτῳ 20 πέμποντες διὰ τοιούτου εἴδους καὶ μὴ διʼ ἀγγέλων. (11) ἔτι δὲ καὶ τόδε σκεψώμεθα. ψήφισμα ἡμῖν ἐγένετο, ὃς ἂν βέλος τι λάβῃ ἐκ τῶν πολεμίων, ἀποφέρειν πρὸς τοὺς ἡγεμόνας, διὰ τὸ σπανίοις αὐτοῖς χρῆσθαι ἡμᾶς· καὶ οἱ μὲν ἄλλοι πειθαρχοῦσι τοῖς ἐψηφισμένοις, οὗτος δὲ βέλη ἀνελόμενος πέντε τοξεύειν, φανερός ἐστιν 25 οὐδὲ ἓν πρὸς ὑμᾶς ἐνηνοχώς, ὥστε καὶ διὰ ταῦτα δικαίως ἄν μοι δοκεῖ θανάτῳ ζημιωθῆναι. (12) ἆρά γε ἐνθυμεῖσθε, ὦ ἄνδρες Ἑλληνες, ὅτι ταῦτα τοῦ σοφιστοῦ τῆς διανοίας καὶ τοῦ φρονήματος αὐτοῦ..., τυγχάνει φιλοσοφῶν, ἐφʼ οἷς ἥκιστα ἐχρῆν αὐτὸν ταῦτα πράττειν. τά τε πράγματα τὰ περιεστηκότα καὶ τὴν στρατείαν 30 πᾶσαν ἐπιδείξω αἴτιον γεγονότα ἡμῖν τόν τε πατέρα αὐτοῦ καὶ

3 καθάπερ A ὥσπερ X 4 ἐνεγέγρ. μ. τ. om. A1           7 δὲ om. X       8 ἀπολέσας X ἔδει     9 μηδʼ εἰκὸς οὕτως A  μὴ ἀδίκως X              10 προτιθέντα X 11 ἡμῖν A εὐδοκιμηκότα πρὶν A πλὴν X       12 ὑμῶν X      13 τοῦτον ἔχοντα X   15 ὅτε A ὅταν X         16 δὲ om. X     16. 17 καὶ ἐκ τούτων εἰκότως                18 τε καὶ X      19 αὐτός τε A  καὶ ἐκεῖνοι X             22 σπανίως AX          23 χρήσασθαι X         24 αὐτὸς         25 οὐδὲν A 27 ὅτι om. X                         28 ὃς τυγχάνει A       29 τὰ2 om. X  παρεστηκότα X          30 ὑμῖν A

τοῦτον αὐτόν. ἀνάγκη δὲ καὶ διὰ μακροτέρων λόγων ῥηθῆναι τὰ γενόμενα.

τούτῳ πατήρ ἐστι πένης, ὄνομα Ναύπλιος, τέχνην ἔχων ἁλιείαν. (13) οὗτος πλείστους τῶν Ἑλλήνων ἠφάνικε, χρήματά τε 5 πολλὰ ἐκ τῶν νεῶν ὐφῄρηται, κακά τε πλεῖστα τοὺς ναυτίλους εἴργασται, πανουργίας τε οὐδεμιᾶς λείπεται· γνώσεσθε δὲ προϊόντος τοῦ λόγου, τὰς ἀληθείας ἀκούσαντες τῶν γενομένων. (14) Ἀλέῳ γὰρ τῷ Τεγέας βασιλεῖ ἀφικομένῳ εἰς Δελφοὺς ἐχρήσθη ὑπὸ τοῦ θεοῦ, ὅτι αὐτῷ ἔκγονος ἐκ τῆς θυγατρὸς εἰ γένοιτο, ὑπὸ τούτου 10 δεῖν τοὺς υἱοὺς αὐτοῦ ἀπολέσθαι. ἀκούσας δὲ ταῦτα ὁ Ἄλεος διὰ τάχους ἀφικνεῖται οἴκαδε, καὶ καθίστησι τὴν θυγατέρα ἱέρειαν τῆς Ἀθηνᾶς, εἰπών, εἴ ποτε ἀνδρὶ συγγενήσεται, θανατώσειν αὐτήν. τύχης δὲ γενομένης ἀφικνεῖται Ἡρακλῆς στρατευόμενος ἐπʼ Αὐγέαν εἰς Ἦλιν, (15) καὶ αὐτὸν ξενίζει ὁ Ἄλεος ἐν τῷ ἱερῷ τῆς 15 Ἀθηνᾶς. ἰδὼν δὲ ὁ Ἡρακλῆς τὴν παῖδα ἐν τῷ νεῷ ὑπὸ μέθης συνεγένετο. ἐπεὶ δὲ κύουσαν αὐτὴν ὁ πατὴρ ἥσθετο Ἀλεος, μεταπέμπεται τὸν τούτου πατέρα, πυθόμενος πορθμέα τε εἶναι αὐτὸν καὶ δεινόν. ἀφικομένου δὲ τοῦ Ναυπλίου δίδωσιν αὐτῷ τὴν παῖδα καταποντίσαι. (16) ὃ δὲ παραλαβὼν ἦγεν αὐτήν, καὶ ὡς γίγνονται ἐν τῷ Παρθενίῳ 20 ὄρει, τίκτει Τήλεφον. ἀμελήσας δὲ ὧν ὁ Ἀλεος αὐτῷ ἐπέστειλεν, ἄγων αὐτὴν ἀπέδοτο καὶ τὸ παιδίον ἐς Mυσίαν Τεύθραντι τῷ βασιλεῖ. ὁ δὲ Tεύθρας ἄπαις ὢν τὴν μὲν Αὔγην γυναῖκα ποιεῖται, τὸν δὲ παῖδα αὐτῆς ἐπονομάσας Τήλεφον τίθεται υἱὸν ἑαυτοῦ, δίδωσί τε Πριάμῳ αὐτὸν εἰς τὸ Ἴλιον παιδεῦσαι. (17) χρόνου δὲ 25 προϊόντος Ἀλέξανδρος ἐπεθύμησεν εἰς τὴν Ἑλλάδʼ ἀφικέσθαι, τό τε ἱερὸν τὸ ἐν Δελφοῖς θεωρῆσαι βουλόμενος, ἅμα δὲ καὶ τὸ κάλλος τῆς Ἑλένης ἀκούων δηλονότι, καὶ τὴν τοῦ Τηλέφου γένεσιν ἀκηκοώς, ὁπόθεν τε εἴη καὶ τίνα τρόπον καὶ ὑπὸ τίνος ἐπράθη. ὥστε Ἀλέξανδρος οὕτω τὴν ἀποδημίαν ἐποιεῖτο διὰ προφάσεις 30 τοιαύτας εἰς τὴν Ἑλλάδα. ἐν δὲ τῷ καιρῷ τούτῳ οἱ Μόλου παῖδες ἀφικνοῦνται ἐκ Κρήτης, δεόμενοι Μενελάου αὐτούς τε διαλλάξαι καὶ διελεῖν τὴν κτῆσιν αὐτοῖς, ὅτι εἴη ὁ πατὴρ τετελευτηκὼς αὐτοί τε στασιάζοιεν περὶ τῶν πατρῴων χρημάτων. (18) εἶἑν· τί οὖν

1 δὲ διὰ X          3 ναυτῖλος A              4 αὐτὸς A       5 ὐφῄρηκε X              7 ἀκούσαντες μετὰ ἀληθείας τῶν τότε γενομένων X        9 ἐκ τῆς A  ὑπὸ τῆς X         13 στρατευόμενoς om. A      15 ἱερῷ A       16 ᾔσθετο ὁ πατὴρ X            17αὐτὸν εἶναι X         18 ναυτίλου A            19 καὶ ὅτε A        20 ὁ om. X      22 ἄπαις ὢν] ἀπιδών            24 αὐτὸν Πριάμῳ X αὐτῶ A  εἰς τὸ Ἴλιον] εἴς τι ὀλίγον A             εἰς τὸ ὀλ. X      27 γέννησιν X      29. 30 προφάσεως τοιαύτης            33 τε om. X

γίγνεται; πλεῖν αὐτῷ ἔδοξε, καὶ ἐπιστείλας τῇ γυναικὶ καὶ τοῖς ἀδελφοῖς <αὐτῆς> ἐπιμελεῖσθαι τῶν ξένων, ἵνα μηδενὸς ἔσοιντο ἐνδεεῖς, ἕως ἂν αὐτὸς ἔλθῃ ἐκ Κρήτης, ὃ μὲν ᾤχετο· Ἀλέξανδρος δὲ αὐτοῦ τὴν γυναῖκα ἐξαπατήσας, ἐκ τῶν οἴκων λαβὼν ὅσα πλεῖστα 5 ἐδύνατο, ἀποπλέων ᾤχετο, οὐκ αἰδεσθεὶς οὔτε Δία ξένιον οὔτε θεῶν οὐθένα, ἄνομα καὶ βάρβαρα ἔργα διαπραξάμενος, ἄπιστα πᾶσι καὶ τοῖς ἐπιγιγνομένοις ἀκοῦσαι. (19) ἀφικομένου δὲ αὐτοῦ πάλιν εἰς Ἀσίαν, ἄγοντος τὰ χρήματα καὶ τὴν γυναῖκα, ἔστιν ὅπου ἀντελάβου τινὸς ἢ βοῇ ἐσήμηνας τοῖς περιοίκοις ἢ βοήθειαν συνέλεξας; οὐκ ἂν ἔχοις εἰπεῖν, ἀλλὰ περιεῖδες Ἑλληνας ὑπὸ 10 βαρβάρων ὑβρισθέντας. (20) ἐπεὶ δʼ ἐπύθοντο οἱ Ἕλληνες τὴν ἀρπαγὴν καὶ Mενέλεως ᾔσθετο, ἤγειρε τὴν στρατιὰν καὶ διέπεμπεν ἡμῶν ἄλλον ἄλλοσε εἰς τὰς πόλεις αἰτήσων τὰς στρατιάς. καὶ δὴ τοῦτον ἔπεμψεν εἰς Χίον πρὸς Οἰνοπίωνα καὶ εἰς Κύπρον πρὸς Κινύραν. ὃ δὲ Κινύραν τε ἔπεισε μὴ συστρατεύειν ἡμῖν, δῶρά τε 15 πολλὰ παρʼ αὐτοῦ λαβὼν ἀποπλέων ᾤχετο. (21) καὶ Ἀγαμέμνονι μὲν ἀποδίδωσι χαλκοῦν θώρακα, ὅστις οὐδενὸς ἄξιος ἦν, τὰ δὲ ἄλλα αὐτὸς εἶχε χρήματα. ἀπήγγελλε δὲ ὅτι ἑκατὸν ναῦς ἀποπέμψει ὁ Κινύρας· ὁρᾶτε δὲ καὶ αὐτοὶ οὐδεμίαν παρʼ αὐτοῦ ἥκουσαν. 20 ὥστε καὶ διὰ ταῦτα δικαίως ἄν μοι δοκεῖ θανάτῳ ζημιωθῆναι, εἰ ἄρα γε κολάσασθαι ἄξιόν ἐστι τὸν σοφιστήν, ὃς ἐπὶ τοῖς φίλοις τὰ αἴσχιστα μηχανώμενος πέφανται.

(22) ἄξιον δὲ καταμαθεῖν, ἃ καὶ φιλοσοφεῖν ἐπικεχείρηκεν ἐξαπατῶν τοὺς νέους καὶ παραπείθων, φάσκων τάξεις ἐξευρηκέναι 25 πολεμικάς, γράμματα, ἀριθμούς, μέτρα, σταθμούς, πεττούς, κύβους, μουσικήν, νόμισμα, πυρσούς. καὶ οὐδὲ αἰσχύνεται, ὅταν αὐτίκα ἐλέγχηται φανερῶς ἐν ὑμῖν ψευδόμενος. (23) Νέστωρ γὰρ ὅδʼ ὁ πρεσβύτατος ἡμῶν ἀπάντων καὶ αὐτὸς ἐν τοῖς Πειρίθου γάμοις μετὰ Λαπιθῶν ἐμαχέσατο Κενταύροις ἐν φάλαγγι καὶ τάξει· 30 Mενεσθεὺς δέ πρῶτος λέγεται κοσμῆσαι τάξεις καὶ λόχους καὶ φάλαγ-

3 καὶ ὁ μὲν A                 4 καὶ λαβὼν ἐκ τῶν οἴκων X  ὅσα A  ἃ X     5.6 οὐ θεῶν    8 fort. Μυσίαν            9 βοὴν A cf. Eurip. Hec. 1215             10 οὐκ – εἰπεῖν om. A            13 αἰτήσοντας στρατιάς A   αἰτ. στρατόν Χ           14 ἔπεμπεν A οἰνωπίωνα X              15 Κιννύραν A  στρατεύειν X              16 πολλὰ om. X          17. 18 αὐτὸς δὲ τὰ ἄλλα X    18 ἀπηγγέλλετο A ἐπηγγέλλετο X   18. 19 ἀποπέμψαι A              19 καὶ om. X        20 δοκῇ A δοκοίη X   21 εἰ – ἐστι A  ἄξιον γὰρ κολάσαι X             23 δὲ καὶ καταμ. ἅ φίλοσ. A pr.        24 φάσκων om. A pr.  ἐξευρηκέναι τάξεις X             26 πυρσοί A  καὶ om. A         27 sοlum ὅδε A   ὁ X 28 πρεσβύτερος ὐμῶν A      29 ἐν τἀξει X

γας συστῆσαι, ἡνίκα Εὔμολπος ὁ Ποσειδῶνος ἐπʼ Ἀθηναίους ἐστράτευσε Θρᾷκας ἄγων· ὥστʼ οὐ Παλαμήδους τὸ ἐξεύρημά ἐστιν, ἀλλʼ ἄλλων πρότερον. (24) γράμματα μὲν δὴ πρῶτος Ὀρφεὺς ἐξήνεγκε, παρὰ Mουσῶν μαθών, ὡς καὶ ἐπὶ τῷ μνήματι αὐτοῦ δηλοῖ τὰ 5 ἐπιγράμματα·

Μουσάων πρόπολον τῇδʼ Ὀρφέα Θρῇκες ἔθηκαν,

ὃν κτάνεν ὑψιμέδων Ζεύς που ψολόεντι κεραυνῷ

Οἰάγρου φίλον υἱόν, ὃς Ἡρακλῆ ἐξεδίδαξεν,

εὑρὼν ἀνθρώποις γράμματα καὶ σοφίην.

10 (25) μουσικὴν δὲ Λίνος ὁ Καλλιόπης, ὃν Ἡρακλῆς φονεύει. ἀριθμούς γε μὴν Μουσαῖος ὁ τῶν Εὐμολπιδῶν, Ἀθηναῖος, ὡς καὶ τὰ ποιήματα αὐτοῦ δηλοῖ·

ὄρθιον ἑξαμερὲς τετόρων καὶ εἴκοσι μέτρων. –

ὡς δεκάτην γενεὴν ἑκατὸν βιοτευέμεν ἄνδρας.

15 (26) νομίσματα δὲ οὐ Φοίνικες ἐξηῦρον, λογιώτατοι καὶ δεινότατοι ὄντες τῶν βαρβάρων; ἐξ ὁλοσφύρου γὰρ ἴσον μερισμὸν διείλοντο, καὶ πρῶτοι χαρακτῆρα ἔβαλον, ϯ εἰς τὸν σταθμὸν τὸ πλέον καὶ τὸ ἔλαττον. παρʼ ὧν οὗτος ἐλθὼν σοφίζεται τὸν αὐτὸν ῥυθμόν. ὥστε αὐτοῦ ταῦτα πάντα πρεσβύτερα φαίνεται, ὧν οὗτος προσποιεῖται 20 εὑρετὴς εἶναι. (27) μέτρα δὲ καὶ σταθμὰ ἐξεῦρε καπήλοις καὶ ἀγοραίοις ἀνθρώποις ἁ πάτας καὶ ἐπιορκίας, πεττούς γε μὴν τοῖςἀργοῖς τῶν ἀνδρῶν ἔριδας καὶ λοιδορίας. καὶ κύβους αὖ μέγιστον κακὸν κατέδειξε, τοῖς μέν ἡττηθεῖσι λύπας καὶ ζημίας, τοῖς δὲ νενικηκόσι καταγέλωτα καὶ ὄνειδoς· τὰ γὰρ ἀπὸ τῶν κύβων 25 προσγιγνόμενα ἀνόνητα γίγνεται, τὰ δὲ πλεῖστα καταναλίσκεται παραχρήμα. (28) πυρσοὺς αὖ ἐσοφίσατο, ἀλλʼ ἐπὶ τῷ ἡμετέρῳ κακῷ {ᾶ} διενοεῖτο ποιεῖν, χρήσιμον δὲ τοῖς πολεμίοις. ἀρετὴ δὲ ἐστιν ἀνδρὸς τοῖς ἡγεμόσι προσέχειν καὶ τὸ προσταττόμενον ποιεῖν καὶ τῷ πλήθει ἀρέσκειν παντί, αὑτόν τε παρέχειν ἄνδρα πανταχοῦ ἀγαθόν, τούς 30 τε φίλους εὖ ποιοῦντα καὶ τοὺς ἐχθρούς κακῶς. ὧν τἀναντία πάν-

4. 5 τὰ ἐπὶ τ. μν. αὐτοῦ δ. ἐπιγράμματα X      6 θράκες A     7 που om. X fort. ᾧ    8 Ἡρακλῆα A Ἡρακλῆν X      ἐδίδαξεν pr. A            10 λῖνος A Τέννος X        14 ὥστε βιοτευέμεν] βιοῦν 15 οὐ X οἱ A  λογικώτατοι                17 καὶ1 om. X  χαρακτῆρες X   ἐπέβαλλον Hemsterhuis. intellege εἰς τὸ σταθμῷ <ἐλεγχθῆναι> τὸ πλέον καὶ τὸ ἔλαττον              18 ὁ παρὼν δʼ A ἑλὼν Sauppe  αὐτὸν om. A           19 ταῦτα οm. X   23 κατέδειξε A ἐδίδαξε X      24 νικῶσι X τῶν om. X          24. 25 προσγιγνόμενα X γενόμενα A           25 ἀνόητα A               26 ἀλλʼ om. A ἐφʼ ἡμετέρῳ X     27 χρήσιμα X

των οὗτος ἐπίσταται, τοὺς μὲν ἐχθρούς ὡφελεῖν, τοὺς δὲ φίλους κακῶς ποιείν,

(29) ἀξιῶ δʼ ὑμᾶς ἔγωγε κοινῇ σκεψαμένους βουλεύσασθαι περὶ αὐτοῦ καὶ μὴ ἀφεῖναι αὐτὸν ὑποχείριον λαβόντας. εἰ δὲ 5 κατελεήσαντες αὐτὸν διὰ τὴν δεινότητα τῶν λόγων ἀφήσετε, θαυμαστὴ παρανομία γενήσεται ἐν τῷ στρατεύματι· εἰδὼς γὰρ αὐτῶν ἕκαστος ὅτι καὶ Παλαμήδης περιφανῶς τοσαῦτα ἡμαρτηκὼς οὐδεμίαν δίκην ἔδωκε, καὶ αὐτοὶ πειράσονται ἀδικεῖν. ὥστε ἐὰν νοῦν ἔχητε, ψηφιεῖσθε τὰ βέλτισθʼ ὑμῖν αὐτοῖς, καὶ τῶν λοιπῶν οὕνεκα 10 παράδειγμα ποιήσεσθε τοῦτον τιμωρησάμενοι.

7 καὶ om. A        9 οὕνεκεν X    10 ποιήσασθε A

17. Alcidamantis Messeniacum (Aristot. rhet. 1373 b 18 et 1397 a 11 cum scholiis) non tam declamationem fuisse putant quam libellum, qualis fuit Isocratis Archidamus.