39. Gorgiae Helena

(1) κόσμος πόλει μὲν εὐανδρία, σώματι δὲ κάλλος, ψυχῇ δέ σοφία, πράγματι δὲ ἀρετή, λόγῳ δὲ ἀλήθεια. τὰ δὲ ἐναντία τούτων ἀκοσμία. ἄνδρα δὲ καὶ γυναῖκα καὶ λόγον καὶ ἔργον καὶ πόλιν καὶ πρᾶγμα χρὴ τὸ μὲν ἄξιον ἐπαίνου ἐπαίνῳ τιμᾶν, τῷ δὲ ἀναξίῳ μῶμον ἐπιτιθέναι· ἴση γὰρ ἁμαρτία καὶ ἀμαθία μέμφεσθαί τε τὰ ἐπαινετὰ καὶ ἐπαινεῖν τὰ μωμητά. (2) τοῦ δʼ αὐτοῦ ἀνδρὸς λέξαι τε τὸ δέον ὀρθῶς καὶ ἐλέγξαι ... τοὺς μεμφομένους Ἑλένην, γυναῖκα περὶ ἧς ὁμόφωνος καὶ ὁμόψυχος γέγονεν ἥ τε τῶν <τοῦ> ποιητοῦ ἀκουσάντων πίστις < ἥ τε ..> ἥ τε τοῦ ὀνόματος φήμη {ὃ} τῶν συμφορῶν μνήμη γέγονεν. ἐγὼ δὲ βούλομαι λογισμόν τινα τῷ λόγῳ δοὺς τὴν μὲν κακῶς ἀκούουσαν παῦσαι τῆς αίτίας, τοὺς δὲ μεμφoμένους 10  ψευδομένους ἐπιδεῖξαι καὶ δείξας τἀληθὲς παῦσαι τῆς ἀμαθίας.

(3) ὅτι μὲν οὖν φύσει καὶ γένει τὰ πρῶτα τῶν πρώτων ἀνδρῶν καὶ γυναικῶν ἡ γυνή, περὶ ἧς ὅδε ὁ λόγος, οὐκ ἄδηλον οὐδὲ ὀλίγοις <δῆλον>. δῆλον γὰρ ὡς μητρὸς μὲν Λήδας, πατρὸς 15 δὲ τοῦ μὲν γενομένου θεοῦ, λεγομένου δὲ θνητοῦ, Τυνδάρεω καὶ Διός, ὧν μὲν διὰ τὸ εἶναι ἔδοξεν, ὃ δε διὰ τὸ φάναι ἠλέγχθη, καὶ ἦν ὃ μὲν ἀνδρῶν κράτιστος, ὅ δὲ πάντων τύραννος.

(4) ἐκ τοιούτων δὲ γενομένη ἔσχε τὸ ἰσόθεον κάλλος, ὅ λαβοῦσα {καὶ} οὐ λαθοῦσα ἔσχε. πλείστας δὲ πλείστοις ἐπιθυμίας 20 ἔρωτος ἐνειργάσατο, ἑνὶ δὲ σώματι πολλὰ σώματα συνήγαγεν ἀνδρῶν ἐπὶ μεγάλοις μεγάλα φρονούντων, ὧν οἳ μέν πλούτου μεγέθη, οἳ δὲ εὐγενείας παλαιᾶς εὐδοξίαν, οἳ δὲ ἀλκῆς ἰδίας εὐεξίαν, οἳ δὲ σοφίας ἐπικτήτου δύναμιν ἔσχον· καὶ ἧκον ἅπαντες ὑπʼ ἔρωτός τε φιλονίκου φιλοτιμίας τε ἀνικήτου. (5) ὅστις μὲν οὖν καὶ διʼ ὅ 25 τι καὶ ὅπως ἀπέπλησε τὸν ἔρωτα τὴν Ἑλένην λαβών, οὐ λέξω· τὸ γὰρ τοῖς εἰδόσιν ἃ ἴσασι λέγειν πίστιν μὲν ἔχει, τέρψιν δὲ οὐ φέρει. τὸν χρόνον δὲ τῷ λόγῳ τὸν τότε νῦν ὑπερβὰς ἐπὶ τὴν ἀρχὴν τοῦ μέλλοντος λόγου προβήσομαι καὶ προθήσομαι τὰς αἰτίας, διʼ ἃς εἰκὸς ἦν γενέσθαι τὸν τῆς Ἑλένης εἰς τὴν Τροίαν στόλον.

1. 2 καὶ πρᾶγμα A πρᾶγμα X              2 ἐπαίνου ἐπαίνω A ἐπαίνων X          3 ἐπιτιθέναι X ἐπιθεῖναι A      5 post ἐλέγξαι ex. gr. <τὸ λεγόμενον οὐκ  ὀρθῶς· προσήκει τοίνυν ἐλέγξαι> Diels         6 ὁμόφωνος καὶ ὁμόψυχος A ὁμόψυχος καὶ ὁμόφωνος X    6 τῶν ποιητῶν A X      7 puto <ἥ τε τῶν ἐπιγενομένων πύστις>           7.8 ὃ τῶν συμφ. A  ὡς τ. σ. X  10 δεῖξαι AX τἀληθὲς ἢ AX     15 λεγομένου δὲ A τοῦ δὲ λεγομένου X        18 τοιούτων δὲ X τοιούτων A      21 μεγάλα X  μέγα A               22 ἰδίας A οἰκείας X    24 φιλονείκου A X      26 εἰδόσιν ἃ X εἰδόσι καὶ A                29 τὴν Τροίαν       A²X Τροίαν A¹

(6) ἢ γὰρ τύχης βουλήμασι καὶ θεῶν βουλεύμασι καὶ ἀνάγκης ψηφίσμασιν ἔπραξεν ἃ ἔπραξεν, ἢ βίᾳ ἁρπασθεῖσα, ἢ λόγοις πεισθεῖσα, <ἢ ἔρωτι μανεῖσα>. εἰ μὲν οὖν διὰ τὸ πρῶτον, ἄξιος αἰτιᾶσθαι ὁ αἰτιώμενος· θεοῦ γὰρ προθυμίαν ἀνθρωπίνῃ προμηθίᾳ 5 ἀδύνατον κωλύειν. πέφυκε γὰρ οὐ τὸ κρεῖσσον ὑπὸ τοῦ ἥσσονος κωλύεσθαι, ἀλλὰ τὸ ἧσσον ὑπὸ τοῦ κρείσσονος ἄρχεσθαι καὶ ἄγεσθαι, καὶ τὸ μὲν κρεῖσσον ἡγεῖσθαι, τὸ δὲ ἧσσον ἕπεσθαι. θεὸς δʼ ἀνθρώπου κρεῖσσον καὶ βίᾳ καὶ σοφίᾳ καὶ τοῖς ἄλλοις. εἰ οὖν τῇ τύχῃ καὶ τῷ θεῷ τὴν αἰτίαν ἀναθετέον, τὴν Ἑλένην 10 τῆς δυσκλείας ἀπολυτέον.

(7) εἰ δὲ βίᾳ ἡρπάσθη καὶ ἀνόμως ἐβιάσθη καὶ ἀδίκως ὑβρίσθη, δῆλον ὅτι ὁ <μὲν> ἁρπάσας ὡς ὑβρίσας ἠδίκησεν, ἡ δὲ ἁρπασθεῖσα ὡς ὑβρισθεῖσα ἐδυστύχησεν. ἄξιος οὖν ὁ μὲν ἐπιχειρήσας βάρβαρος βάρβαρον ἐπιχείρημα καὶ λόγῳ καὶ νόμῳ καὶ ἔργῳ, λόγῳ μὲν αἰτίας, νόμῳ δὲ ἀτιμίας, ἔργῳ δὲ ζημίας τυχεῖν· ἡ δὲ βιασθεῖσα καὶ τῆς πατρίδος στερηθεῖσα καὶ τῶν φίλων ὀρφανισθεῖσα πῶς οὐκ ἂν εἰκότως ἐλεηθείη μᾶλλον ἢ κακολογηθείη; ὃ μὲν γὰρ ἔδρασε δεινά, ἢ δὲ ἔπαθεν· δίκαιον οὖν τὴν μὲν οἰκτίρειν, τὸν δὲ μισῆσαι.

20 (8) εἰ δὲ λόγος ὁ πείσας καὶ τὴν ψυχὴν ἀπατήσας, οὐδὲ πρὸς τοῦτο χαλεπὸν ἀπολογήσασθαι καὶ τὴν αἰτίαν ἀπολύσασθαι ὧδε· λόγος δυνάστης μέγας ἐστίν, ὃς σμικροτάτῳ σώματι καὶ ἀφανεστάτῳ <σχήματι> θειότατα ἔργα ἀποτελεῖ· δύναται γὰρ καὶ φόβον παῦσαι καὶ λύπην ἀφελεῖν καὶ χαρὰν ἐνεργάσασθαι καὶ 25 ἔλεον ἐπαυξῆσαι. ταῦτα δὲ ὡς οὕτως ἔχει δείξω· (9) δεῖ δὲ καὶ δόξαι τοῖς ἀκούουσιν. τὴν ποίησιν ἅπασαν καὶ νομίζω καὶ ὀνομάζω λόγον ἔχοντα μέτρον· ἧς τοὺς ἀκούοντας εἰσῆλθε καὶ φρίκη περίφοβος καὶ ἔλεος πολύδακρυς καὶ πόθος φιλοπενθής, ἐπʼ ἀλλοτρίων τε πραγμάτων καὶ σωμάτων εὐτυχίαις καὶ δυσπραγίαις ἴδιόν τι 30 πάθημα διὰ τῶν λόγων ἔπαθεν ἡ ψυχή. φέρε δὴ πρὸς ἄλλον ἀπʼ ἄλλου μεταστῶ λόγον. (10) αἱ γὰρ ἔνθεοι διὰ λόγων ἐπῳδαὶ

1 βουλήμασι A2 βουλεύμασι (?) A1 βουλήματι X- βουλεύμασι A2 βουλήμασι (?) A1 κελεύσματι X                     2 ψηφίσμασιν A ψηφίσματι X            8 θεὸς A θεοί X          9 εἰ: ἢ AX τῶ θεῶ A τῆ θῶ X ἢ τὴν Ἑ. AX                        12 ἁρπ. ἢ ὑβρίσας AX             13 ἢ ὑβρ. A X   14.15 καὶ νόμω καὶ λόγω καὶ ἔργω, νόμω μὲν ἀτιμίας λόγω δὲ αἰτίας X     23 cf. § 18            26 δόξῃ δεῖξαι prο δόξαι AX              27 ἧς τοὺς X ἢ ὡς A 28 πόθος A φίλος X                    29 εὐτυχίαις A εὐτυχίας X δυσπραγίαις A δυσπραγίας X 31 ἐπωδαὶ A  ἡδοναὶ X

ἐπαγωγοὶ ἡδονῆς, ἀπαγωγοὶ λύπης γίγνονται. συγγιγνομένη γὰρ τῇ δόξῃ τῆς ψυχῆς ἡ δύναμις τῆς ἐπῳδῆς ἔθελξε καὶ ἔπεισε καὶ μετέστησεν αὐτὴν γοητείᾳ. γοητείας δὲ καὶ μαγείας δισσαὶ τέχναι εὕρηνται, αἵ εἰσι ψυχῆς ἀμαρτήματα καὶ δόξης ἀπατήματα. (11) ὅσοι δὲ 5 ὅσους περὶ ὅσων καὶ ἔπεισαν καὶ πείθουσι δὲ ψευδῆ λόγον πλάσαντες. εἰ μὲν γὰρ πάντες περὶ πάντων εἶχον τῶν <τε> παροιχομένων μνήμην τῶν τε παρόντων <ἔννοιαν> τῶν τε μελλόντων πρόνοιαν, οὐκ ἂν ὁμοίως ὅμοιος ἦν ὁ λόγος, οἷς τὰ νῦν γε οὔτε μνησθῆναι τὸ παροιχόμενον οὔτε σκέψασθαι τὸ παρὸν οὕτε 10 μαντεύσασθαι τὸ μέλλον εὐπόρως ἔχει· ὥστε περὶ τῶν πλείστων οἱ πλεῖστοι τὴν δόξαν σύμβουλον τῇ ψυχῇ παρέχονται. ἡ δὲ δόξα σφαλερὰ καὶ ἀβέβαιος οὖσα σφαλεραῖς καὶ ἀβεβαίοις εὐτυχίαις περιβάλλει τοὺς αὐτῇ χρωμένους. (12) τίς οὖν αἰτία κωλύει καὶ τὴν Ἑλένην ὕμνος ἦλθεν ὁμοίως ἂν οὐ νέαν οὖσαν ὥσπερ εἰ 15 βιατήριον βίᾳ ἡρπάσθη. τὸ γὰρ τῆς πειθοῦς ἐξῆν ὁ δὲ νοῦς καίτοι εἰ ἀνάγκη ὁ εἰδὼς ἕξει μὲν οὖν, τὴν δὲ δύναμιν τὴν αὐτὴν ἔχει. λόγος γὰρ ψυχήν, ὁ πείσας ἣν ἔπεισεν, ἠνάγκασε καὶ πείθεσθαι τοῖς λεγομένοις καὶ συναινέσαι τοῖς ποιουμένοις. ὁ μὲν οὖν πείσας ὡς ἀναγκάσας ἀδικεῖ, ἡ δὲ πεισθεῖσα ὡς ἀναγκασθεῖσα τῷ λόγῳ 20 μάτην ἀκούει κακῶς. (13) ὅτι δʼ ἡ πειθὼ προσιοῦσα τῷ λόγῳ καὶ τὴν ψυχὴν ἐτυπώσατο ὅπως ἐβούλετο, χρὴ μαθεῖν πρῶτον μὲν τοὺς τῶν μετεωρολόγων λόγους, οἵτινες δόξαν ἀντὶ δόξης τὴν μὲν ἀφελόμενοι τὴν δʼ ἐνεργασάμενοι τὰ ἄπιστα καὶ ἄδηλα φαίνεσθαι τοῖς τῆς δόξης ὄμμασιν ἐποίησαν· δεύτερον δὲ τοῦς ἀναγκαίους διὰ λόγων ἀγῶνας, ἐν οἷς εἷς λόγος πολὺν ὄχλον ἔτερψε καὶ ἔπεισε, τέχνῃ γραφεὶς οὐκ ἀληθείᾳ λεχθείς· τρίτον φιλοσόφων λόγων ἁμίλλας, ἐν αἷς δείκνυται καὶ γνώμης τάχος {ὡς} εὐμετάβολον ποιοῦν τὴν τῆς δόξης πίστιν. (14) τὸν αὐτὸν δὲ λόγον ἔχει ἥ τε τοῦ λόγου δύναμις πρὸς τὴν τῆς ψυχῆς τάξιν ἥ τε τῶν φαρμάκων

1 ἀπαγωγοὶ λ. X          ἐπαγωγοὶ λ. A 3 αὐτὴν om. X 8 ὅμοιος ἦν A.  ὅμ. ὢν X         εἶ τα νῦν γε X ἦ τα νῦν γε XD            ἢ τα νῦν γε A              12 εὐτυχίαις recc., Lex. Vindob. 149, 13 N.: ἀτυχίαις AX                       13 Locum corruptum sic fere restituo: τίς οὖν αἰτία κωλύει εἰ καὶ τὴν Ἑλένην ὁ μῦθος ἔθελγεν ὁμοίως ἄκουσαν ὥσπερ εἰ δραστηρίῳ βίᾳ ἡρπάσθη· τὸ γὰρ τῆς πειθοῦς εἶδος ἕξιν μὲν οὐδαμῶς ἔοικεν ἀνάγκῃ, τὴν δὲ δύναμιν τὴν αὐτὴν ἔχει 15 ὁ δὲ νοῦς om. A1    16 ἀν. ὄνειδος X         17 ψυχὴν A   τὴν φυχὴν X       19 τῶ λόγω  A λόγω X             23 ἄδηλα καὶ ἄπιστα X            24.25 τοὺς ἀν. διὰ λόγων ἀγῶνας A2X  διὰ τοὺς ἀν. τῶν λόγων ἀγῶνας A1 29 λόγου A  νόμου X  τῆς ψυχῆς  A ψυχῆς X

τάξις πρὸς τὴν τῶν σωμάτων φύσιν. ὥσπερ γὰρ τῶν φαρμάκων ἄλλους ἄλλα χυμοὺς ἐκ τοῦ σώματος ἐξάγει, καὶ τὰ μὲν νόσου τὰ δὲ βίου παύει, οὕτω καὶ τῶν λόγων οἳ μὲν ἐλύπησαν, οἳ δὲ ἔτερψαν, οἳ δὲ ἐφόβησαν, οἳ δὲ εἰς θάρσος κατέστησαν τοῦς ἀκούοντας, 5 οἳ δὲ πειθοῖ τινι κακῇ τὴν ψυχὴν ἐφαρμάκευσαν καὶ ἐξεγοήτευσαν.

(15) καὶ ὅτι μέν, εἰ λόγῳ ἐπείσθη, οὐκ ἠδίκησεν ἀλλʼ ἠτύχησεν, εἴρηται· τὴν δὲ τετάρτην αἰτίαν τῷ τετάρτῳ λόγῳ διέξειμι· εἰ γὰρ ἔρως ἦν ὁ ταῦτα πάντα πράξας, οὐ χαλεπῶς διαφεύξεται τὴν τῆς λεγομένης γεγονέναι ἀμαρτίας αἰτίαν. ἃ γὰρ ὁρῶμεν, ἔχει 10 φύσιν οὐχ ἥν ἡμεῖς θέλομεν, ἀλλʼ ἥν ἑκάστοτʼ ἔτυχε· διὰ δὲ τῆς ὄψεως ἡ ψυχὴ κἀν τοῖς τρόποις τυποῦται. (16) αὐτίκα γὰρ ὅταν πολέμια σώματα {καὶ} πολέμιον ἐπὶ πολεμίοις ὁπλίσῃ κόσμον χαλκοῦ καὶ σιδήρου, τοῦ μὲν ἀλεξητήρια τοῦ δὲ προβλήματα, εὐθέως {εται} ἡ ὄψις ἐταράχθη καὶ ἐτάραξε τὴν ψυχήν, ὥστε 15 πολλάκις κινδύνου τοῦ μέλλοντος <ὡς> ὄντος φεύγουσιν ἐκπλαγέντες. ἰσχυρὰ γὰρ ἡ ἀλήθεια τοῦ νόμου διὰ τὸν φόβον ἐξῳκίσθη τὸν ἀπὸ τῆς ὄψεως, ἥτις ἐλθοῦσα ἐποίησεν ἀμελῆσαι καὶ τοῦ καλοῦ τοῦ διὰ τὸν νόμον κρινομένου καὶ τοῦ ἀγαθοῦ τοῦ διὰ τὴν νίκην γιγνομένου. (17) ἤδη δέ τινες ἰδόντες φοβερὰ καὶ τοῦ παρόντος 20 ἐν τῷ παρόντι χρόνῳ φρoνήματος ἐξέστησαν· οὕτως ἀπέσβεσε καὶ ἐξήλασεν ὁ φόβος τὸ νόημα. πολλοὶ δὲ ματαίοις πόνοις καὶ δειναῖς νόσοις καὶ δυσιάτοις μανίαις περιέπεσον· οὕτως εἰκόνας τῶν ὁρωμένων πραγμάτων ἡ ὄψις ἐνέγραψεν ἐν τῷ φρονήματι. καὶ τὰ μὲν δειματοῦντα πολλὰ μὲν παραλείπεται, ὅμοια δʼ ἐστὶ τὰ παραλειπόμενα 25  οἷάπερ <τὰ> λεγόμενα. (18) ἀλλὰ μὴν οἱ γραφεῖς ὅταν ἐκ πολλῶν χρωμάτων καὶ σωμάτων ἕν σῶμα καὶ σχῆμα τελείως ἀπεργάσωνται, τέρπουσι τὴν ὄψιν· ἡ δὲ τῶν ἀνδριάντων ποίησις καὶ ἡ τῶν ἀγαλμάτων ἐργασία <ν>όσον ἡδεῖαν παρέσχετο τοῖς ὄμμασιν. οὕτω τὰ μὲν λυπεῖν τὰ δὲ ποθεῖν <ποιεῖν> πέφυκε τὴν 30 ὄψιν. πολλὰ δὲ πολλοῖς πολλῶν ἔρωτα καὶ πόθον ἐνεργάζεται

2 ἀλλαχοῦ ἐκ τοῦ σ. AX          5 ἐξεφαρμάκευσαν καὶ ἐγοήτευσαν A           8 πάντα om. X             9 ἃ A  καὶ X      9.10 ἔχει φύσιν om. X  ἔχει τὴν φύσιν A1          10 ἕκαστος A  ἕκας X 11 ἡ ψυχὴ A ψυχὴ X               12 ὁπλίσῃ X2 ὁπλίσει AX1        13 ἀλεξιτήριον AX       14 εἰ θεάσεται ἡ ὄψις AX: εται sequens εταρ occupant        15 τοῦ AX        16 συνήθεια Diels  εἰσωκίσθη AX            17 ἐποίησεν ἀσμενίσαι AX                 18 δίκην AX     20 χρόνω A om. X       21.22 ματαίοις πόνοις καὶ δειναῖς νόσοις A  ματαίαις νόσοις καὶ δεινοῖς πόνοις X   23 φρονήματι AX2  νοήματι X1           27 τὴν om. X               30 ἐνεργάζεται X  ἐργάζονται A

πραγμάτων καὶ σωμάτων. (19) εἰ οὖν τῷ τοῦ Ἀλεξάνδρου σώματι τὸ τῆς Ἑλένης ὄμμα ἡσθὲν προθυμίαν καὶ ἅμιλλαν ἔρωτος τῇ ψυχῇ παρέδωκε, τί θαυμαστόν; ὃς εἰ μὲν θεὸς <ὢν ἔχει> θεῶν θείαν δύναμιν, πῶς ἂν ὁ ἥσσων εἴη τοῦτον ἀπώσασθαι καὶ 5 ἀμύνασθαι δυνατός; εἰ δʼ ἐστὶν ἀνθρώπινον νόσημα καὶ ψυχῆς ἀγνόημα, οὐχ ὡς ἁμάρτημα μεμπτέον ἀλλʼ ὡς ἀτύχημα νομιστέον· ἦλθε γάρ, ὡς ἦλθε, τύχης ἀγρεύμασιν, οὐ γνώμης βουλεύμασι, καὶ ἔρωτος ἀνάγκαις, οὐ τέχνης παρασκευαῖς.

(20) πῶς οὖν χρὴ δίκαιον ἡγήσασθαι τὸν τῆς Ἑλένης μῶμον, 10 ἥτις εἴτʼ ἔρασθεῖσα εἴτε λόγῳ πεισθεῖσα εἴτε βίᾳ ἁρπασθεῖσα εἴτε ὑπὸ θείας ἀνάγκης ἀναγκασθεῖσα ἔπραξεν ἃ ἔπραξε, πάντως διαφεύγει τὴν αἰτίαν.

(21) ἀφεῖλον τῷ λόγῳ δύσκλειαν γυναικός, ἐνέμεινα τῷ νόμῳ, ὃν ἐθέμην ἐν ἀρχῇ τοῦ λόγου, ἐπειράθην καταλῦσαι μώμου ἀδικίαν

15 καὶ δόξης ἀμαθίαν, ἐβουλήθην γράψαι τὸν λόγον Ἑλένης μὲν ἐγκώμιον, ἐμὸν δὲ παίγνιον.

1 καὶ σωμάτων οm. X 2 ὄμμα X  σῶμα A       3 ὅς A2X  om. A1  τοῦτον A τούτων X 7 ψυχῆς AX     11 ἃ ἔπραξε A  om. X              13.14 τῶ νόμω ὃν ἐθέμην  X τῶ μῶμον ον ἐθέμην A1                 μώμω ὃν ἐνεθέμην A2.

Hunc lusum ἐκ τοῦ διαιρέσεως τόπου esse constitutum, quem nonum inter enthymematum locos Aristoteles enumerat (rhet. 1398 a 30), iam Spengelius observavit (cf. Commentarii in rhetoricam p. 311), unde διλήμματος artem a Gorgia proprie excultam esse conicias. Quodsi παίγνιον dicitur, paria sunt Thrasymachi παίγνια, cf. Suda et Anecdota Bekkeri p. 415, 29, Aristophanis fr. Mein. II 1201 Nr. 106: ἀπʼ ἀκροφυσίων λόγους ἐνδεικνύναι οἱονεὶ καινοὺς καὶ νεοποιήτους. Ἀριστοφάνης· ‘Ρήματά τε κομψὰ καὶ παίγνιʼ ἐπιδεικνύναι πάντʼ ἀπʼ ἀκροφυσίων κἀπὸ κιναβευμάτων (κιναβεύματα πανουργήματα Hesychius). Plato Phaedri 276 D. Alcidamas περὶ σοφ. 35. - Gorgiae περὶ φύσεως tractatum, quem ex Sexto Empirico Diels expressit, item non philosophum opus, sed rhetoricae artis ostentationem atque παίγνιον fuisse, sunt qui existiment (Gompers 18 sq.). Ceterum v. E. Maass, Hermae 22, 575 sq., Fraustadt p. 46 sq., Pohlenz 167 sq. ὅσῳπερ τὸ σεμνύνεσθαι τοῦ σκώπτειν καὶ τὸ σπουδάζειν τοῦ παίζειν ἐπιπονώτερόν ἐστιν monet Isocrates 10, 11. De arte argumentandi in universum Gomperz p. 5 sq., E. Schupp, Wiener St. 45, 17 sq, 177 sq.